[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXX.
[170] ΠΑΛΛΑΔΙΩΙ
Τὸ πολλάκις θαρρεῖν ἐπιστέλλειν οὐ τῆς ἡμετέρας θρασύτητος, ἀλλὰ τῆς σῆς ἡμερότητος: οὐδεὶς γὰρ κόρος ἡμῖν τοῦ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, ἐπειδή γε ἄλλως οὐκ ἔχομεν, οὕτως οἰκονομήσαντος τοῦ Θεοῦ τὰ ἡμέτερα. Τῷ δὲ τιμιωτάτῳ υἱῷ ἡμῶν καὶ συμπρεσβυτέρῳ Σακερδῶτι (ὃν διαφερόντως ἠγαπήσαμέν τε καὶ ἀγαπῶμεν γνησίως φιλοσοφοῦντα καὶ τῷ Θεῷ διὰ τῆς πολιτείας ἑνούμενον), ὁρμήσαντι τῶν οἰκείων ἕνεκεν ἐπὶ τὴν μεγάλην διὰ σὲ πόλιν, οὐκ οἶδα τί ἂν ἐχαρισάμεθα μεῖζον ἢ τῇ σῇ καλοκἀγαθίᾳ γνωρίσαντες.