[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXII.
[172] ΕΛΛΑΔΙΩΙ
Ἥσθην τοῖς γράμμασι: πῶς δὲ οὐκ ἔμελλον τῷ μνήμην εἶναί σοι καὶ τεθνηκότων; Προσόντων δὲ καὶ τῶν συμβόλων τῆς ἑορτῆς, πλείων ἡ χάρις. Ἀλλὰ πρόσθες οἷς δίδως, ἅπερ αἰτεῖς. Προσεύχου δὲ περὶ ἡμῶν, εἰ μὲν συμφέρει, πάλιν ἡμᾶς ὑπομνησθῆναι καὶ ὑπομνῆσαι τῆς ἑορτῆς: εἰ δὲ μή, πρὸς τὰ ἐκεῖσε μετατεθῆναι, καὶ τὴν ἀληθινὴν ἑορτὴν ἢ λαβεῖν ἢ ἰδεῖν ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. Τῶν γὰρ τοῦ βίου στροφῶν κεκορέσμεθα.