ποιεῖ γῆν. Χαλκεόφωνον δὲ τὸν Κέρβερον παρατετηρημένως καλεῖ, ὡς τῆς τῶν κυνῶν ὀξείας φωνῆς ἀπηχήσει παρεοικυίας χαλκοῦ. ̓Ιστέον δὲ οτι ἐπεχωρίαζον τοῖς Μαριανδυνοῖς θρήνων αὐληταὶ, ὡς καὶ ἡ παροιμία δηλοῖ, Μαριανδυνοῦ μεμνημένη θρηνητῆρος. Θρηνητικοὶ δὲ καὶ οἱ Κᾶρες, ἀφ' ων καὶ Καρικὰ θρηνώδη αὐλήματα. Τοιοῦτοι δὲ καὶ οἱ Φρύγες, ετι δὲ καὶ οἱ Μυσοί. ∆ιὸ καὶ Αἰσχύλος φησὶ, βόα τὸ Μύσιον, ηγουν θρήνει. Μυθεύεται δὲ παῖς Τιτίου ὁ Μαριανδυνὸς, ος τὴν ὀδυρτικὴν αὐλῳδίαν ηυξησε, καὶ ἐδίδαξε τὸν Μαρσύου τοῦ αὐλητοῦ πατέρα, ἐξ ου καὶ Μαριανδυνοὶ αὐλοὶ ἐπιτήδειοι τοῖς θρηνοῦσιν. Ουτος κυνηγετῶν, φασὶν, ἀπώλετο, καὶ οἱ Μαριανδυνοὶ ἐν ἀκμῇ θέρους ἐθρήνουν αὐτόν. 793 Οτι μετὰ τοὺς Μαριανδυνοὺς ἡ τῶν Βιθυνῶν λιπαρὰ γῆ, οπου καὶ ὁ ̔Ρήβας ἐρατεινὸν προΐησι ῥέεθρον, ὁδεύων παρὰ τοῖς τοῦ Πόντου στόμασιν, ητοι ἐγγὺς τοῦ Ποντικοῦ στόματος· ουτω καὶ ἀνωτέρω τὸ στόμα τοῦ Κερβέρου πληθυντικῶς στόματα ειπεν· ουπερ ποταμοῦ κάλλιστον, φησὶν, ἐπὶ χθονὶ σύρεται υδωρ. Ον καὶ ἐπαναλαμβάνει, ὡς ειπερ καὶ αὐτὸς αξιος ην λόγου πολλοῦ. ̔Ρέειν δέ φασι καὶ αὐτὸν ἐκ τοῦ Μυσίου ̓Ολύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ος δὴ Σαγγάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίᾳ ποταμῶν, εἰσβάλλων εἰς τὸν Ευξεινον. Τοὺς δὲ Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτὲ, καὶ τὴν αὐτῶν γῆν πάμφορόν τε καὶ ευδενδρον ειναί φασι, καὶ λιθοτομίας εχουσαν πολλαχοῦ, καὶ κρυστάλλους ἐν ορεσι φύουσαν, καὶ αλλα πολλὰ εχουσαν ἀγαθά. ̔Ηρόδοτος δὲ λέγει Θρᾷκας διαβάντας εἰς ̓Ασίαν κληθῆναι Βιθυνοὺς, καὶ ειναι παρ' αὐτοῖς χρηστήριον Αρεος. Λέγεται δὲ καὶ οτι τὴν ἀπὸ Βοσπόρου γῆν εως ἐπὶ ̔Ρήβαντα Βιθυνοί ποτε κατέσχον. Τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ εσχον αχρι ποταμοῦ Κάλητος· ὡς ειναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνοὺς, ουτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν, ητοι ποιητῶν καὶ θετῶν, καθά φησιν ̓Αρριανὸς, ος καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ ου χώρα Παφλαγονία. Καὶ γῆν λέγει ̔Ρηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς ∆αίδαλον καλούμενον, ου εργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν αγαλμα Στρατίου ∆ιός. Λέγει δὲ ὁ αὐτὸς ̓Αρριανὸς καὶ οτι αλλοι ̓Οδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνὸν, ων ἡ χώρα ὁμώνυμος. Σημείωσαι δὲ οτι τὸ μὲν γῆν ̔Ρηβαντίαν παρὰ τῷ ̓Αρριανῷ ἀφορμὴν δίδωσι τοῦ φανερῶς νοεῖν οτι περιττοσυλλάβως ὁ ̔Ρήβας κλίνεται, ὁμοίως τῷ Αιαντι· τὸ δὲ ̔Ρηβαῖος ἐθνικὸν κλίσιν ὑπεμφαίνει τινὰ ἰσοσύλλαβον, παρὰ τοῖς παλαιοῖς καὶ αὐτὸ εὑρισκόμενον. 803 Οτι οἱ Χαλκιδέες, ο εστιν οἱ περὶ Χαλκηδόνα, ὡς προερρέθη, οἱ καὶ ∆ωριεῖς ἱστορούμενοι ειναι ἀνέκαθεν, περὶ τὸ στόμα οἰκοῦσιν, ηγουν περὶ τὴν Προποντίδα, ητις μετὰ προσθήκης μάλιστα Πόντου στόμα λέγεται. Καὶ ορα οτι οἱ Χαλκιδεῖς ουτοι παρώνυμοί εἰσι τῆς ἐνταῦθά που Χαλκίδος, ἀφ' ης αρουραν ἀνωτέρω Χαλκίδα ειπε τὰ περὶ Χαλκηδόνα. Κατὰ δὲ τὴν ̓Αρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκηδονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφ' ου πρῶτα μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδὼν, επειτα ἡ πόλις, ∆ωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώνυμος γίνεται τῷ ποταμῷ. ̔Ιστορεῖ δὲ ὁ αὐτὸς καὶ οτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη, ηγουν, ὡς τοῖς ̓Αττικοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ολων μηνῶν, ἀπαίσιοι αὐτοῖς κρίνονται, διότι ἐν τοιαύταις ἡμέραις αλλας τε δυστυχίας αὐτοὶ επαθον, καὶ Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν ∆αρεῖον ἀνέπεμψε. Κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν. ̔Ιστορεῖται δὲ καὶ τὴν ἐν ἀριστερᾷ τοῦ Εὐξείνου Πόντου Μεσημβρίαν Χαλ κηδονίων ειναι κτίσμα καὶ Βυζαντίων, ἡττηθέντων εν τινι μάχῃ καὶ φυγόντων ἐκεῖ. Οἰκοῦσι δὲ οἱ Χαλκιδέες ουτοι, καθὰ καὶ προεγράφη, ἐς ἀντιπέραν Βυζαντίου, κληθέντος ουτω ἀπὸ