κολάκων γὰρ οὐκ ὀλίγη μερὶς αὐτῷ παρετρέφετο, καί τις <τῶν> παρ' αὐτῷ κορυφαίων ὅλον ἐκεῖνον εἰσποιησάμενος, τὰ πρῶτα τῶν μισθοφόρων ἐτύγχανεν ὤν. 6.146 Τοῦτο τοιγαροῦν τὸ βούλευμα πρῶτον μὲν ἀπόρρητον εἶχε, καὶ οὐδενὶ τῶν πάντων καταφανὴς ἦν περὶ τοῦ τοιούτου σκεπτόμενος· ἐπεὶ δὲ ὁ ἔρως αὐτὸν ἐξεκύ μαινε, καὶ ὑπὲρ πάντα ἐγεγόνει, τολμᾷ δὴ τὸ πρᾶγμα καὶ ἀνακαλύπτει πολλοῖς τὴν γνώμην, ὑφ' οὗ δὴ καὶ τάχος ἁλίσκεται· ἥλω δὲ οὐ πρὸ μιᾶς ὥρας, ἀλλ' ἔλαττον τοῦ δει νοῦ ἐκείνου ἀποτελέσματος· ἐπειδὴ γὰρ ἑσπέρα κατέλαβε, καὶ ὁ βασιλεὺς ὡς εἰώθει ὑπνίαζεν, ὁ μὲν ἴσως τὸ φονουρ γὸν σιδήριον ἔθηγεν, ἐφοίτησε δέ τις αὐτίκα τῶν οἷς ἐκεῖνος τὸ σκέμμα διωμολόγησεν, ὡς ἔχων τι τῷ βασιλεῖ προσαγγεῖλαι, καὶ ἐπείπερ εἰσέδυ τὸ καταπέτασμα, πνευ στιῶν ὅλως καὶ οὔπω τὸ ἆσθμα ἐπέχων· «Ἀποκτενεῖ σε, βασιλεῦ, αὐτίκα ὁ φίλτατος (τὸν ἄνδρα ὀνομαστὶ εἰρηκώς)· σκέψαι γοῦν ὅπως ἐκφεύξῃ ὑπόγυον θάνατον». Ταῦτα ὁ μὲν εἰρήκει, ὁ δὲ διηπόρει καὶ πιστεύειν οὐκ εἶχεν· ὁ δὲ γνοὺς, ῥίπτει μὲν τὸ σιδήριον, εἴσεισι δὲ τὸν ἐκεῖσε ναὸν καὶ τῇ ἱερᾷ προσφεύγει τραπέζῃ, καὶ ἀπαγγέλλει τὸ βού λευμα καὶ πᾶσαν τὴν ἐπὶ τούτῳ σκηνὴν, καὶ ὁπόσα προβε βουλεύκει καὶ <ὡς> ἔμελλεν αὐτίκα ἀναιρήσειν τὸν αὐτοκρά τορα. 6.147 Ὁ δὲ οὐδ' ὅτι σέσωστο χάριν εἶχε Θεῷ, ἀλλ' ὅτι ἑαλώκει ὁ φίλτατος ἐβαρυμηνία τῷ προσαγγείλαντι καὶ προὐλάμβανε τῇ ἀπολογίᾳ τὴν κατηγορίαν. Ἐπεὶ δὲ οὐκ ἦν κρύψαι τὴν ἐπιβουλὴν εἰς τοὐμφανὲς ἀναρραγεῖσαν, καθιστᾷ μὲν ἐς τὴν ἐπιοῦσαν δικαστηρίου σκηνὴν, εἰσάγει δὲ πεδή την <τὸν> ἁλόντα ὡς κριθησόμενον· καὶ ἐπειδὴ εἶδε δεδε μένον τὼ χεῖρε, μικροῦ δεῖν ἀνωλόλυξεν, ὡς ἐπὶ καινῷ καὶ ἀτόπῳ θεάματι, καὶ δακρύων τοὺς ὀφθαλμοὺς ὑποπλησθείς· «Ἀλλὰ λύσατέ μοι, φησὶ, τουτονί· μαλθακίζεται γάρ μοι ἐπ' αὐτῷ ἡ ψυχή.» Καὶ ἐπειδὴ λελύκασι τῶν δεσμῶν οἷς τοῦτο προστέτακτο, ἠρέμα πρὸς τὴν ἀπολογίαν προσβιβά ζων καὶ αἰτίας εὐθὺς ἀφιείς· «Σοὶ μὲν ἐλευθέρα, φησὶν, ἡ γνώμη παντάπασιν· οἶδα γάρ σου τὸ ἁπλοϊκὸν καὶ ἐλεύθε ρον· ἀλλά μοι λέγε, τίνες οἱ πρὸς τὴν ἄτοπον γνώμην σε συνελάσαντες; τίς ἔκλεψέ σου τὸ ἄπλαστον φρόνημα; τίς ἐσύλησέ σου τὸν ἀπερίεργον νοῦν; ἐπὶ τούτοις εἰπὲ καὶ τίνος ἐρᾷς τῶν ἐμῶν; τί δέ σε τῶν πάντων θέλγει; οὐ γὰρ ἀτυχήσεις οὐδενὸς ὧν λίαν ἐπιτεθύμηκας.» 6.148 Ταῦτα μὲν ὁ αὐτοκράτωρ, διῳδηκὼς ἐπὶ πᾶσι τοῖς ὀφθαλμοῖς καὶ δακρύων τέγγων ῥοῇ. Ὁ δὲ πρὸς μὲν τὰς πρώτας ἐρωτήσεις, ὥσπερ μηδὲν ἠρωτημένος, οὐδ' ὁτιοῦν ἀπεκρίνατο, πρὸς δὲ τὰς δευτέρας ἔνθα τὰ περὶ τῆς ἐπιθυμίας καὶ τοῦ ἔρωτος ἔκειτο, θαυμασίως τὸ δρᾶμα ὑπο κρινόμενος τοῦ σοφίσματος, τάς τε χεῖρας τοῦ αὐτοκράτο ρος κατεφίλησε καὶ τοῖς γόνασι τὴν κεφαλὴν ἐπιθείς· «Ἐπὶ τοῦ θρόνου με, φησὶ, κάθισον τοῦ βασιλικοῦ, καὶ μαργαρώδει στέμματι κατακόσμησον, χάρισαι δέ μοι καὶ τουτονὶ τὸν στρεπτὸν (τὸν περὶ τὸν τράχηλον ἐπιδείξας κόσμον), καὶ τῆς σῆς μοι κοινώνησον εὐφημίας. Τούτου γὰρ καὶ πρότερον ἤρων, καὶ νῦν διαφερόντως ἐρῶ.» 6.149 Ἐσκίρτησεν ἐπὶ τούτοις ὁ αὐτοκράτωρ καὶ λαμπρόν τι ἠγαλλιάσατο· ἐβούλετο δὲ αὐτῷ ταῦτα, τὸ μνηστεῦσαι ἐκείνῳ ἐλευθερίαν τοῦ ἀτόπου τολμήματος, ὡς ὑπονοίας καὶ κατακρίσεως διὰ τὸ ἁπλοῦν τοῦ φρονήματος ἐλευθέρῳ παντάπασι· «Καὶ ταινιώσω σοι, φησὶ, καὶ τὴν κεφαλὴν, καὶ ἁλουργεῖ ἐσθῆτι περιβαλῶ, μόνον μοι κατά στηθι τὴν ψυχὴν καὶ κατεύνασόν μοι τὸν κλύδωνα καὶ, τὴν νύκτα τῆς ὄψεως ἀπελάσας, ἀπόδος μοι τὸ σύνηθες βλέμμα καὶ τὴν γλυκεῖαν ἡμέραν τῆς ὄψεως.» Ἐπὶ τούτοις καὶ οἱ σπουδάζοντες παίξαντες, καὶ οἱ δικάσαντες οὐδ' ὁτιοῦν ἐξετάσαντες, ἀλλὰ γελάσαντες ἅπαντες μεσοῦντος ἀπῆλθον τοῦ δράματος. Ὁ δέ γε βασιλεὺς, ὥσπερ αὐτὸς ἑαλωκὼς καὶ τῆς νίκης κεκρατηκὼς, σῶστρά τε ἔθυε τῷ Θεῷ καὶ τὰς εὐχαριστηρίους ἀπεδίδου φωνὰς,