[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXIII.
[173] ΠΟΣΤΟΥΜΙΑΝΩΙ
Ὑψηλὸς εἶ τὴν παίδευσιν, καὶ ταύτην ὁποτέραν βούλει καὶ εἰς ὅ τι βούλει τῶν λόγων εἶδος. Τῆς μὲν γὰρ κλέος οἷον ἀκούομεν (οὐ γὰρ Ῥωμαϊκός τις ἐγὼ τὴν γλῶσσαν, οὐδὲ τὰ Ἰταλῶν δεινός), τῆς δὲ πεπειράμεθα ὥστε καὶ ἄλλοις γνωρίζειν ἔχειν, εἴ τι καὶ ἡμῖν μέτεστι τοῦ τὰ τοιαῦτα κρίνειν: μετεῖναι δὲ οὐκ ὀλίγοι φασίν. Ἤρθης ἀρχαῖς οὐκ ὀλίγαις: μᾶλλον δὲ ἦρας οὐκ ὀλίγας, εἰ δεῖ τὸν ἀληθέστερον εἰπεῖν λόγον. Ἦλθες ἐπὶ τὸ ἀκρότατον τῆς ἐξουσίας, οὐ τύχης δῶρον, ὡς ἂν πολλοὶ φαῖεν, ἀλλ' ἀρετῆς ἆθλον ταύτην δεξάμενος, ἵνα καὶ αὐτὴ γένηται σεμνοτέρα καὶ βασιλεὺς ἐπαινεθῇ τῆς ἐπὶ σοὶ κρίσεως. Ἔτι καὶ ταῦτα μικρά, προσθήσω δέ τι καὶ τῶν ἡμετέρων: προετελέσθης πρότερον τὴν εὐσέβειαν, εἶθ' ὑπεδέξω. Μέμνημαι γὰρ τῶν σῶν λόγων καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς. Εἰ τούτοις προσθείης τὸ καὶ μεμνῆσθαι τῶν φίλων (προσθήσεις δὲ οἶδ' ὅτι, τοῖς παρελθοῦσι τοῦτο τεκμαίρομαι), μᾶλλόν σε θαυμασόμεθα. Οὗτος τῆς ἀνθρωπίνης ὅρος εὐδαιμονίας, εἴτ' οὖν μακαριότητος. Τὸ δὲ πρόσθε Γαδείρων μὴ πειρατὸν εἶναι ἀνθρώποις, Πινδάρῳ φιλοσοφοῦντι πιστεύομεν. Ἐπεὶ δὲ μεγάλων τυχών, μεγάλων καὶ ὑπόχρεως εἶ, καί σε πεποίηκεν ἡμέτερον πρότερον, εἶτα ἐπέστησεν ἡμῖν εὖ ποιῶν ὁ Θεός, καὶ ἅμα τῶν ἀτόπων ἄνδρα τοσοῦτον μὴ τὰ μέγιστα ἀπαιτεῖν, ἐκεῖνο δέξαι με παραινοῦντα. Μηδὲν οὕτω νόμιζε τῇ σῇ πρέπειν ἀρχῇ (ἐπειδὴ πάλιν σύνοδος ἐπισκόπων, οὐκ οἶδα δι' ὅ τι καὶ ὅπως συναγομένων), ὡς τὸ ἐπὶ σοῦ καὶ διὰ σοῦ εἰρηνεύεσθαι τὰς Ἐκκλησίας, κἂν δέῃ σφοδρότερον ἐπιτιμῆσαι τοῖς στασιάζουσιν. Εἰ δέ τῳ δοκῶ περιττὸς εἶναι, τῶν μὲν πραγμάτων ἀναχωρήσας, τὴν δὲ φροντίδα μὴ καταλύσας, τοῦτο σὺ μὴ θαυμάσῃς. Οὐ γὰρ ὥσπερ τῶν θρόνων καὶ τῆς ὀφρύος τοῖς βουλομένοις, οὕτω καὶ τῆς εὐσεβείας παρεχωρήσαμεν: ἀλλὰ νῦν ἀξιόπιστοι καὶ πλέον, ὡς οἶμαι καὶ σοὶ δοκεῖν, ὡς οὐδὲν ἴδιον, ἀλλὰ τὸ κοινὸν θεραπεύοντες.