[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXIV.
[174] ΕΥΔΟΞΙΩΙ
Νικῶ σε τοῖς φιλικοῖς: ἐπιστέλλω γὰρ πρότερος, ὡς ὁρᾷς. Καὶ οὐδ' ἂν ἐκαλλωπισάμην, εὖ ἴσθι (οὐ γὰρ ἐμόν), εἰ μὴ μέγα ἐποιούμην τὴν σὴν φιλίαν, μηδὲ τῶν ἀναγκαίων ἐδόκει μοι, ὥσπερ ὕσπληγι πῶλον, διεγεῖραί σε πρὸς τὸ γράφειν. Μάλιστα δ' ἂν πρὸς τοῦτο παροξυνθείης, εἰ ἐκεῖνο ἐνθυμηθείης, τίς ὤν, καὶ τίνι, καὶ τὸ τίνος, ἃ γράφω, γράφω, καὶ ὅτι πρέπει τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας τῆς πατρικῆς, οὕτω δὴ καὶ τῆς φιλίας κληρονομεῖν. Πρὸς δέ, κἀκεῖνο λογίζεσθαι καλῶς ἔχει, ὅτι σὺ μὲν ἀκμὴν φιλοσοφεῖς, ἡμεῖς δὲ φιλοσόφων πατέρες, καὶ δεῖ ἐπιδείκνυσθαι ἡμῖν τὴν ἀρετήν, ὥσπερ τῶν ἀθλητῶν οἱ γενναῖοι τοῖς παιδοτρίβαις. Εἴπω τι καὶ μεῖζον τῶν εἰρημένων; Οὐ μικρὰ ἡμῖν φιλοσοφίας ὅμηρα παρὰ σοί: αἷμα ἡμέτερον ἐκπαιδεύεις καὶ αἷμα τῶν ἐγγυτάτων. Οἶδας οὓς λέγω, τοὺς τοῦ γνησιωτάτου καὶ τιμιωτάτου υἱοῦ ἡμῶν Νικοβούλου παῖδας. Τούτοις ὅ τι ἂν συμπράττῃς, ἡμῶν μνημονεύειν οἴου, οἳ οὐδενὸς ἄλλου φαυλότεροι, εἴ τι δεῖ τοῖς λέγουσι πιστεύειν, κρίνειν τε λόγους καὶ σπουδὴν δοκιμάζειν καὶ διδασκάλους δεξιοὺς ὑψηλοτέρους ποιεῖν τοῖς ἐπαίνοις.