[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXV.
[175] ΤΩΙ ΑΥΤΩΙ
Πάλιν πρὸς σὲ Νικόβουλος ὁ ἐμός: καὶ πάλιν ἐγὼ περιττός, μάλα σε σπεύδοντα καὶ αὐτὸν ὀτρύνων. Ἐπειδὴ φύσεως μὲν ἔχει δεξιᾶς ὁ νέος (εἰ μή με ἀπατᾷ τὸ βούλεσθαι), ὃ δὲ τοῖς εὐφυέσιν ὡς τὰ πολλὰ συνέζευκται, ῥᾳθυμότερός πώς ἐστι καὶ κέντρων δεόμενος, τὴν παρὰ σεαυτοῦ σπουδὴν ἀντεισένεγκε. Καὶ ἵνα τι τῶν ὑμετέρων εἴπω, τὸν μυθικὸν τέττιγα μιμησάμενος καὶ ἀντὶ τῆς ῥαγείσης νευρᾶς Εὐνόμῳ τῷ σῷ γενόμενος, ἀναπλήρωσον τὴν ᾠδήν. Οὕτω μοι δοκεῖς ἐνευδοκιμήσειν τῷ νέῳ καὶ ἡμῖν χαριεῖσθαι τὰ μέγιστα, οἳ μὴ πολλά σου καὶ τῆς σῆς λογιότητος ἔμπροσθεν ἄγομεν.