[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXVII.
[177] ΤΩΙ ΑΥΤΩΙ
Πῶς σοι τὰ τῆς ἀρετῆς ἔχει; καὶ εἰ κατὰ Θεόν τι προεληλύθαμεν; ὃ παντός σοι μᾶλλον ἁρμόζειν ὑπολαμβάνομεν. Ταῦτα γὰρ ἡμῖν φίλον καὶ ἀνερωτᾶν καὶ ἀκούειν. Τὰ δὲ ἄλλα χαίρειν ἐάσωμεν, ὅπως ἂν ἔχῃ. Καίτοι κἂν εἰ βουλοίμεθα καὶ ταῦτα δεξιῶς ἔχειν, δι' ἓν τοῦτο βουλοίμεθ' ἄν, ἵνα ἔχῃς ὧν ὑπερεῖδες καὶ πλείω φιλοσοφῇς ἐπὶ μείζοσι. Ταῦτα καὶ προσείρησο παρ' ἡμῶν, καὶ τῷ καλῷ Νικοβούλῳ γενοῦ τοιοῦτος οἷον ἐλπίζομεν. Ἐὰν δὲ καὶ πλέον αἰτῶμεν, τὴν ἀπληστίαν ἡμῶν, ὡς φιλότιμος, κόρεσον.