[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXVIII.
[178] ΤΩΙ ΑΥΤΩΙ
Νόμος ἦν Ἀθήνησι παλαιός, ὡς δ' ἐγώ φημι, καὶ κάλλιστα ἔχων, ἐπειδὰν φθάσαιεν εἰς ἥβην οἱ νέοι, πρὸς τέχνας ἄγεσθαι, ἄγεσθαι δὲ τοῦτον τὸν τρόπον: προτίθεσθαι δημοσίᾳ τέχνης ἑκάστης ὄργανα καὶ προσάγεσθαι τούτοις τοὺς νέους: ὅτῳ δὲ τύχοι χαίρων ἕκαστος καὶ προστρέχων, τούτου καὶ τὴν τέχνην διδάσκεσθαι: ὡς τοῦ μὲν κατὰ φύσιν ἐπιτυγχάνοντος ὡς τὰ πολλά, τοῦ δὲ παρὰ φύσιν διαμαρτάνοντος. Τί μοι βούλεται τὸ διήγημα; Καὶ σέ φημι χρῆναι, πρὸς φιλοσοφίαν γὰρ ἔχεις ἐπιτηδείως, ταύτης μὴ ἀμελεῖν, μηδὲ πρὸς ἄλλο τι μᾶλλον ὠθίζεσθαι τῶν οὐκ οἰκείων ἢ ταύτης περιέχεσθαι πρὸς ἣν νένευκας, οὐχ ὅτι ἀρίστη μόνον ἐστίν, ἀλλ' ὅτι καὶ προσφυεστέρα. Τὸ δὲ μὴ βιάζεσθαι ῥοῦν ποταμοῦ, καὶ ἡ παροιμία κελεύει, καὶ ἱπποσύνην δεδαῶτα μὴ ᾄδειν ἐθέλει ἡ ποίησις: μὴ τί γένηται; μὴ καὶ τῆς ἱπποσύνης διαμάρτῃς καὶ τῆς ᾠδῆς.
Ἀλλὰ τίς ἡ ἐπιτηδειότης; Ὡς γοῦν ἐμοὶ θεωρήσαντι κατεφάνη, πρῶτον μὲν ὁ τρόπος καὶ τὸ τοῦ ἤθους γαληνόν τε καὶ ἄτεχνον καὶ πρὸς τὰς τοῦ βίου στροφὰς ταύτας ἀνεπιτήδειον: ἔπειτα τὸ τῆς ψυχῆς εὐφυὲς καὶ ὑψίνουν καὶ πρὸς θεωρίαν εὐκίνητον: τρίτον ἡ νοσοκομία καὶ τὸ τοῦ σώματος ἀσθενές, ἐπειδὴ καὶ τοῦτο οὐ μικρὸν εἰς φιλοσοφίαν εἶναι δοκεῖ τῷ Πλάτωνι. Καὶ μὴν καὶ ἡλικίας οὕτως ἔχεις ὡς ἤδη τὰ πάθη κλίνεσθαι: καὶ τῇ πενίᾳ οὐ κάμπτεσθαί μοι δοκεῖς μᾶλλον ἢ καλλωπίζεσθαι: τό τε αἰσχύνεσθαι εἰδέναι, οὐ κατὰ ῥήτορας. Ἀλλ' οὐδὲ φωνὴ μιαρά σοι, οὐδὲ γέγονας κακός, οὐδὲ ἀγοραῖος εἶ, οὐδέ τι τῶν τοιούτων ἔχεις, ἵν' εἴπω συντόμως, οἷς πλάττει τὸν Ἀγοράκριτον εἰς δημαγωγίαν Ἀριστοφάνης: ἀλλὰ ῥήτωρ καλούμενος, πάντα πρότερον ἢ κατὰ τὸ ἦθος τελεῖς εἰς ῥήτορας. Μὴ τοίνυν θελήσῃς προέσθαι τῆς φιλοσοφίας ὄσον προείληφας, μηδὲ τὰ δεύτερα ἔχειν ἐν τοῖς δευτέροις μᾶλλον ἢ τὰ πρῶτα ἐν τοῖς μεγίστοις: εἰ δὲ καὶ τὰ πρῶτα τῶν ἐνταῦθα δοίημεν, μὴ ἀνάσχῃ ἀριστεύειν ἐν κολοιοῖς, ἀετὸς εἶναι δυνάμενος.
Μέχρι τίνος φυσώμεθα τοῖς μικροῖς καὶ χαμαὶ ἐρχομένοις, καὶ παίζομεν ἐν μειρακίσκοις καὶ πλάσμασι, καὶ ὑπὸ τῶν κρότων αἰρόμεθα; Μεταβῶμεν ἐντεῦθεν, ἄνδρες γενώμεθα, ῥίψωμεν τὰ ὀνείρατα, παραδράμωμεν τὰς σκιάς, ἄλλοις παρῶμεν τὰ τερπνὰ τοῦ βίου καὶ πλέον ὀδυνηρά. Ἄλλους πεττευέτω καὶ μεταρριπτείτω καὶ παιζέτω φθόνος καὶ χρόνος καὶ τύχη, ὃ δή φασι τῶν ἀνθρωπίνων τὸ ἄστατον καὶ ἀνώμαλον, ἐρρέτωσαν θρόνοι, δυναστεῖαι, πλοῦτοι, λαμπρότητες, ἐπάρματα, πτώματα, τὸ εὐτελὲς τοῦτο δοξάριον καὶ ἀπόπτυστον ᾧ μᾶλλον ἀδοξήσειεν ἄν τις αἰρόμενος ἢ γελώμενος τὰ τῆς μεγάλης ταύτης σκηνῆς παίγνιά τε καὶ θεατρίσματα. Ἡμεῖς δὲ τοῦ λόγου περιδραξώμεθα καὶ Θεὸν ἀντὶ πάντων ἔχειν ἑλώμεθα, τὸ μόνον διαρκὲς ἀγαθὸν καὶ ἡμέτερον, ἵν' ἡμῖν καὶ τὸ ἐνταῦθα εὐδοκιμεῖν γένηται, τοῖς ἔτι μικροῖς καὶ τοῦτο ζητοῦσιν, ἢ τὸ ἐκεῖθεν πάντως, ἐπειδὴ τῆς ἀρετῆς ἆθλον Θεὸν γενέσθαι καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι τῷ ἐν τῇ τρισσῇ μονάδι θεωρουμένῳ, ἧς νῦν μετρίως ἔχομεν τὰς αὐγάς. Πρὸς ταῦτα ἴθι, πρόβαινε, πτεροῦ τῇ διανοίᾳ, λαβοῦ τῆς αἰωνίου ζωῆς, μηδαμοῦ στῇς τῶν ἐλπίδων, ἕως οὗ ἔλθῃς ἐπὶ τὸ ἄκρον ἐφετὸν καὶ μακάριον: καὶ ἡμᾶς ἐπαινέσεις, εὖ οἶδα, νῦν μὲν ὀλίγα, μικρῷ δὲ ὕστερον ἀφθονώτερα, ἐπειδὰν ἴδῃς σεαυτὸν ἐν οἷς ὑπισχνούμεθα καὶ μὴ κενὴν μακαρίαν ταῦτα εὑρίσκῃς μηδὲ διανοίας ἀναπλασμούς, ἀλλὰ πραγμάτων ἀλήθειαν.