λόγῳ ἐξεχύθη τὰ ὄμματα. 6.158 Φιλοτιμοτάτη δὲ γενομένη πασῶν γυναικῶν, καὶ διὰ τοῦτο πάντα συνδιαφθείρουσα, ὅτι μὴ μέτρον εἶχε ταύτῃ τὸ καλὸν, ὁμοῦ τε τὰ χρήματα ἀπηρίθμει καὶ θατέρᾳ χειρὶ ἐδεξιοῦτο τῷ Κρείττονι κατὰ τοῦ λαμβάνοντος· εἰ δέ τις αὐτῇ κατὰ σπουδὴν τὰ τοῦ γένους διεξῄει καλὰ, καὶ μάλιστα ὁπόσα ὁ θεῖος Βασίλειος, ἠγάλλετό τε καὶ αὐτίκα μετέωρος ἦν τὴν ψυχήν. Ἑβδομηκοστὸν δὲ ἤδη ὑπερβᾶσα ἔτος τῆς ἡλικίας ῥυτίδα μὲν οὐκ εἶχεν ἐπὶ τοῦ προσώπου, ἀλλ' ἤνθει ὡς ἐπὶ νέῳ τῷ κάλλει· τῶν δέ γε χειρῶν οὐκ ἀτρόμως εἶχεν, ἀλλ' ἐκεκλόνητο, συνεκεκύφει δὲ καὶ τὰ νῶτα· τῶν δέ γε περὶ τὸ σῶμα καλλωπισμῶν ἠμέλει παντά πασι, καὶ οὔτε χρυσοπάστῳ ἐχρῆτο στολῇ, οὔτε ταινίαις, ἢ κόσμοις περιδεραίοις, ἀλλ' οὐδὲ φορτικῶς ἠμφίεστο, ἀλλ' ἐλαφρᾷ τῇ στολῇ τὸ σῶμα περιεκάλυπτε. 6.159 Τῶν μέντοιγε βασιλικῶν φροντίδων οὐδ' ἐκοι νώνει τῷ αὐτοκράτορι, ἀλλ' ἐβούλετο πάντη ἄσχολος εἶναι τῶν περὶ ταῦτα πόνων· οὐδὲ τῶν ὅσα γυναῖκας περὶ αὑτὰ ἀσχολεῖ, ἱστόν φημι καὶ ἠλακάτην καὶ ἔριον καὶ τὸ ὑφαί νειν, οὐδὲ τούτων ἐφρόντιζεν· ἑνὸς δὲ μάλιστα εἴχετο καὶ περὶ τοῦτο σπουδὴν ἐτίθετο πᾶσαν, θυσίαν προσάγειν Θεῷ, οὔ φημι τοσοῦτον τὴν δι' αἰνέσεως λογικῆς τε προσαγωγῆς καὶ ἐξομολογήσεως, ἀλλὰ τὴν δι' ἀρωμάτων καὶ ὅσα τῆς Ἰνδῶν καὶ Αἰγυπτίων γῆς εἰς τὰ ἡμέτερα φοιτᾷ ὅρια. 6.160 Ἐπεὶ δὲ ὁ λαχὼν αὐτὴν αἰὼν ἀπήρτιστο καὶ θνῄσκειν ἔμελλε, βραχύ τι κατ' αὐτῆς ἡ τῆς φύσεως ἕξις προοιμιάζεται· μαραίνεται γὰρ αὐτῇ ἡ περὶ τὰς τροφὰς ἐπιθυμία, καὶ τὸ ἐνδεὲς προσθήκην λαμβάνον πυρετὸν αὐτῇ ἀνάπτει ἐπιθανάτιον, καὶ συντηκόμενον αὐτῇ τὸ σῶμα καὶ οἷον εἰπεῖν μαραινόμενον ἀγχοῦ τὸν θάνατον προεσήμαινεν· καὶ ἡ μὲν αὐτίκα τὰ δεσμωτήρια <ἐνθυμεῖται>, ποιεῖται δὲ χρεῶν ἀποκοπὰς, ἀπολύει δὲ συμφορῶν τοὺς ἐνόχους αὐταῖς, ταμιεῖά τε βασιλικὰ ὑπανοίγνυσι καὶ ποταμηδὸν χεῖσθαι ἐᾷ τὸν ἐν ἐκείνοις χρυσόν· ἀλλ' ὁ μὲν ἐν τούτοις οὕτως ἀφειδῶς, οὕτως ἀκρατῶς, ἡ δὲ βραχύ τι δυσθανατή σασα καὶ τὴν ὄψιν ἀλλοιωθεῖσα μετατίθησι τὴν ἐνταῦθα ζωὴν, δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη βιώσασα. 6.161 Ἐγὼ δὲ τὸν περὶ τῆς βασιλίδος συντελέσας λόγον, ἐπὶ τὸν βασιλέα αὖθις ἐπάνειμι, τοσοῦτον ἐπειπών· ἐβουλόμην μὴ ἱστορεῖν, μηδὲ φιλαλήθης ἐνταῦθα κατονομά ζεσθαι, ἀλλ' ἐγκώμια τῷ αὐτοκράτορι τούτῳ ποιεῖν, πολλῶν γὰρ ἂν εὐπόρησα καὶ καλῶν λόγων εἰς εὐφημίας ἔρανον, ὧν ἐκεῖνος δαψιλεῖς ἐδίδου τὰς ἀφορμάς· ὁ μὲν γὰρ ἐγκωμιά ζων, ὅσα πρόσεστι φαῦλα τῷ ἐγκωμιαζομένῳ παραιτούμε νος, ἐκ τῶν σπουδαιοτέρων ἐκείνῳ πλέκει τὸν ἔπαινον· κἂν πλεῖστα τἀναντία ᾖ, ἀρκεῖ τῷ ῥήτορι καὶ μία ὑπόθεσις σπου δαίαν τὴν πρᾶξιν ἔχουσα εἰς εὐφημίαν ἀρκοῦσαν, ὁπότε καὶ τὰ φαῦλα σοφιστικῶς μεταχειρισάμενος εἰς εὐφημίας καταβιάσαιτο ἀφορμήν· ὁ δέ γε συντιθεὶς ἱστορίας, ὥσπερ ἀπροσωπόληπτος καὶ ἀδέκαστος δικαστὴς οὐχ ἑτεροκλινής ἐστι τοῖς τῶν πράξεων μέρεσιν, ἀλλ' ἴσῳ σταθμῷ τοῖς λόγοις ἑαυτὸν διδοὺς, οὐδεμίαν σοφίαν ἐπάγει οὔτε τοῖς σπου δαίοις οὔτε τοῖς φαύλοις, ἀλλ' ἁπλῶς τε καὶ καθαρῶς τὰ πεπραγμένα διέξεισι, κἂν τῶν ὑποβεβλημένων τῷ λόγῳ προσώπων, ὁ μέν τις αὐτὸν σπουδαῖος ὢν διεφαύλισεν, ὁ δὲ τῆς ἑτέρας μερίδος τυγχάνων χάριτάς τινας κατεβάλετο, οὐδέτερον τῶν εἰς αὐτὸν πεπραγμένων ἐν τῇ ἱστορίᾳ λογί σεται, ἀλλ' ἕκαστον ἀναθήσει τῷ λόγῳ μετὰ τῆς οἰκείας πράξεως· ἐπεὶ εἴ γε δι' εὔνοιαν ἢ ψυχῆς εὐγένειαν δοθείη τῷ ἱστοροῦντι τῷ εὐνοϊκῶς πρὸς αὐτὸν σχόντι ἀντιχαρί ζεσθαι καὶ τοῦδ' εἵνεκα δεκάζειν τοὺς λόγους, τίς ἂν πρὸ ἐμοῦ ἕτερος ταῖς ἐκ τῶν λόγων εὐφημίαις τουτονὶ τὸν αὐτοκράτορα κατεκόσμησεν, ὅς γε οὔπω με πρὸ τοῦ κράτους ἑωρακὼς, ἐπειδὴ ἅπαξ εἶδεν, οὕτω μου ἑαλώκει τῶν λόγων ὡς δοκεῖν ἐκ τῶν ὤτων τῆς ἐμῆς