[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXX.
[180] ΤΩΙ ΑΥΤΩΙ
Πατρὸς εἶς ἀγαθοῖο, φίλον τέκος, οἷα πυνθάνομαι περὶ σοῦ. Μόνον ἐπαίρου καὶ κατευοδοῦ καὶ βασίλευε: καὶ ἡμεῖς εὐθυμήσομεν, κἂν μήπω τὴν φιλοσοφίαν ὁμολογῇς. Οὐ γὰρ οἷς λέγεις προσέχομεν μᾶλλον, ἢ οἷς ποιεῖς: ἐπειδὴ καὶ αὐτὸ τὸ μὴ ὁμολογεῖν τὴν φιλοσοφίαν σφόδρα φιλόσοφον. Ὃ περὶ τοῦ Λυσίου τοῦ ῥήτορός φησιν ὁ κριτικὸς Διονύσιος, ὅτι τὸ ἄτεχνον αὐτοῦ λίαν ἔντεχνον ἦν.