[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXXI.
[181] ΣΑΤΟΡΝΙΝΩΙ
Εἰ καὶ τὸ τῆς ἀρχῆς ὕψος ἀπρόσιτον, ἀλλὰ φιλάνθρωπον ἡ φιλία, δι' ἣν ἐθαρρήσαμεν ταύτην σοι προσαγαγεῖν τὴν παράκλησιν. Πᾶσιν οἷς εὖ πεποίηκας ἡμᾶς, καὶ τοῦτο πρόσθες: τὸν λογιώτατον υἱὸν ἡμῶν Εὐδόξιον, ἄνδρα καὶ βίῳ καὶ λόγῳ τῆς σῆς ἀρετῆς ἄξιον, καὶ τἄλλα ἡδέως ἰδεῖν καταξίωσον καὶ τῆς παρὰ σεαυτοῦ προστασίας ἀξιῶσαι περὶ ὧν ἂν δέηται τῆς σῆς καλοκἀγαθίας. Ἡμεῖς δὲ ἀντιδώσομεν τὰς εὐχάς, ᾧ μόνῳ δυνατὸν ἡμῖν τοὺς εὐεργέτας ἀμείβεσθαι.