ποιήσομαι ἐκφανὲς, ὅπερ ἐν μέσῳ τοῖς λόγοις κείμενον καὶ ἀμφίβολον ὂν τοῖς τε ἐπαινοῦσι καὶ ψέγουσιν, ἐγὼ τῶν ἄλλων ἐξαίρω ὁπόσα αὐτῷ τὴν κρείττονα ὑπόληψιν ἔσχηκε. Τί ποτέ ἐστι τοῦτο; Ἤδει τὴν αὑτοῦ ψυχὴν ἐπιεικεστάτην καὶ φιλανθρωποτάτην τυγχάνουσαν καὶ οὐδενὶ τῶν πάντων ὁπόσοι κατ' ἐκείνου λυττᾶν ἠβουλήθησαν εἰδυῖαν μνησικακεῖν· τοῖς μὲν οὖν μέτρια ἡμαρτηκόσι, λέγω δὴ μέτρια ὁπόσα ἄλλοις κακίας οὐκ ἔχει ὑπερβολὴν, ἀπραγμόνως ἐχρῆτο τῇ τοιαύτῃ τῆς ψυχῆς ἕξει, οὓς δὲ ἐγνώκει ἄχρις αὐτοῦ τοῦ Κρείττονος ἀδικίαν λαλήσαντας, τούτους δὴ ἢ ὑπερορίᾳ καταδικάζων ἢ ὅροις εἵργων περιγράπτοις, ἢ δεσμὰ περιβάλλων ἄφυκτα, ὅρκοις ἑαυτὸν ἐδέσμει ἐν ἀπορρήτῳ μὴ ἄν ποτε δοῦναι ἐκείνοις τὴν ἄφεσιν. 6.168 Ἐμὲ γοῦν τοῦτον ἅπαξ ἐπέχοντα ὡς οὐκ ἂν ῥᾳδίως τοὺς ὅρκους φυλάξαιτο, πείθειν ἐδόκει μὴ ἄλλως δύνασθαι τῶν κακουργοτάτων τὰς ὁρμὰς ἐπισχεῖν· ἡμέρας μὲν οὖν τινας τῷ οἰκείῳ ἐτίθετο δόγματι, ἔτι γὰρ ἐπήνθει αὐτῷ ἡ δικαιοτάτη ὀργὴ, ἐπεὶ δὲ τοῦ συντόνου χαλασθείη ποτὲ, ἔπασχε δὲ τοῦτο ἐπειδάν τινος ἠκηκόει ἐπαινοῦντος τὴν ἐπιείκειαν καί τινας τῶν φθασάντων αὐτοκρατόρων ἐντεῦθεν μεγαληγοροῦντος, αὐτίκα ἐκείνων τε μεμνημένος καὶ τοῦ δεσμοῦ, τὰ μὲν δακρύων ἦν, τὰ δέ γε διαπορού μενος, ὅπως ἂν ἄριστα τῷ πράγματι χρήσαιτο· συμβούλῳ γοῦν ἐμοὶ χρώμενος περὶ τὴν τοιαύτην στάσιν τοῦ λογισμοῦ, ἐδίδου μᾶλλον τῷ φιλανθρώπῳ, ἑτέρῳ τρόπῳ τὸ θεῖον ἐξιλεούμενος. 6.169 Συμπαθεστέραν γοῦν ἔγωγε ψυχὴν οὔτε πρὶν ἑωράκειν, οὔτε νῦν ἐν οὐδενὶ τῶν πάντων κατανοῶ, ἀλλ' οὐδὲ φιλοτιμοτέραν ἢ βασιλεῖ πρέπουσαν <μᾶλλον>· ἐκεῖνος γὰρ ὥσπερ ἐπὶ τούτοις τὸ βασιλεύειν λαχὼν οὐδ' εἶναι τὴν ἡμέραν ἐκείνην βασιλεὺς ἐδόκει ἐν ᾗ μήτε τι φιλάνθρωπον ἐνεδείξατο μήτε τι τῆς φιλοτίμου παρεγύμνωσε γνώμης, οὐδὲ εἰς ψυχὴν, ἵν' οὕτως εἴποιμι, εὔγεω τὰ τῆς εὐεργεσίας κατεβάλλετο σπέρματα, ὡς εὐθὺς τὸν τῆς εὐγνωμοσύνης στάχυν ἀναδιδόναι, οὐδὲ μᾶλλον ἐκείνη τὸν τῆς εὐχαριστίας ἀπεγέννα καρπὸν, ἢ ὁ οὗτος σπείρειν πεφιλοτίμητο τὴν ἐρίβωλον γῆν καὶ πίειραν. 6.170 Ἀμέλει καὶ βραχεῖαν τῆς τοιαύτης αὐτῷ ἀρε τῆς τοῖς φιληκόοις ὑπόθεσιν διηγήσομαι· ἐπὶ κλέμμασί τις ἁλοὺς στρατηγικῶν διοικήσεων, χρήμασιν ἐζημιοῦτο πολ λοῖς, πολλαπλασίοις ὧν ἐκεῖνος ἐκέκτητο· ἦν δ' ἄρα καὶ οὗτος <τῶν> εὐδαιμόνων καὶ πολυχρύσων, καὶ ὁ εἰσπράττων τῶν ἀπαραιτήτων, τὸ βασιλικὸν γὰρ ἦν ταμεῖον καὶ ὁ δημό σιος· ὁ δ' ἄρα ἐδεῖτο καὶ βασιλικῆς ἀκοῆς, ἵν' ἐκεῖθεν ἔχοι τὴν ψῆφον καὶ μὴ ἐπὶ πᾶσιν αὐτῷ ἰσχύῃ τὸ δημόσιον δικα στήριον· ἐπεὶ δὲ ἀμφοῖν τοῖν μεροῖν ἡ πρὸς βασιλέα ἐδόθη εἴσοδος, παρῆσαν δὲ πολλοὶ τῷ ἀγῶνι, καὶ αὐτὸς πρὸ τῶν ἄλλων ὑπογραμματεύων καὶ τὰς τῆς Θέμιδος φωνὰς σημειούμενος, ἐπεὶ γοῦν εἰσῄεσαν ἄμφω, ὁ κεκλοφὼς ἐκεῖ νος ἢ κεκλοφέναι δοκῶν εὐθεῖάν τινα καὶ συμπαθεστάτην ἀφῆκε φωνὴν, μόνον ἐκστῆναι τῶν οἰκείων τῷ δημοσίῳ, μὴ μέντοι γε καὶ τοῖς παισὶ χρεῶν ὑποσχέσεις κληροδοτῆσαι, αὐτίκα δὲ καὶ ἀπεδύετο τὴν ἐσθῆτα, ὡς ἂν ἐπὶ μόνῳ ἀπαλ λαγείη τῷ σώματι. 6.171 Ἐπὶ τούτοις ὁ βασιλεὺς δακρύοις ἐπιτέγξας τὰ ὄμματα· «Ἀλλ' ὦ βέλτιστε, ἔφη, εἶτα δὴ οὐκ αἰσχύναιο τὴν εὐδαιμονίαν ἀτιμάζων τοῦ γένους, οὕτω σαυτὸν εἰς ἐσχάτην ἀθρόον καταγαγὼν πενίαν, ὡς καὶ δεῖσθαι τοῦ θρέψοντος καὶ τὸ σῶμα σκεπάσοντος;» Ἐπὶ τούτοις ἐκεῖνος· «Ἀλλ' οὐδ' ἂν, ὦ βασιλεῦ, ἔφησεν, οὐδ' εἰ πάνυ βουλοίμην, τοῦτο δυναίμην ἂν ἐπ' αὐτῷ προσπορίσασθαι.» Τί δὲ πρὸς τὸν λόγον ὁ βασιλεύς; «Ἢν δέ τίς σοι τὸ εἰσπραττόμενον χρέος ἐπιμερίσαιτο, ἀγαπήσεις ἂν τὴν ἰσότητα; -Ἐκ μηχανῆς, ἔφησεν οὗτος, ἔσται θεός· ἀλλ' οὐχ ὁρῶ εἴ τις ἐξ οὐρανοῦ