κατέπτη, ἄγγελός τις ἢ θειοτέρα ψυχὴ, ἀνθρώπων εὐνομίας ἐφορῶσα καὶ ἐπιστρε φομένη τῶν πόλεων. -Ἀλλ' ἐγώ σοι ἐκεῖνος, ὁ αὐτοκράτωρ αὖθις εἰρήκει, καί σοι τὸ μέρος ἐπικουφίζω τῆς ὀφειλῆς.» 6.172 Καὶ ὁ μὲν οὕτως, ὁ δὲ οὐχ οἷός τε ἑαυτὸν κατασχεῖν, προσουδίζει τε τὸ γόνυ τῇ γῇ καὶ μικροῦ δεῖν τῷ τῆς χαρᾶς πλήθει ἐξεπεπνεύκει· ὁ δέ γε αὐτοκράτωρ τὸ σχῆμα τοῦ ἀνδρὸς αἰδεσθείς· «Ἀλλά σοι, ἔφη, δύο μερίδας ἀφίημι τοῦ ὀφλήματος.» Καὶ πρὶν ἢ εἰς ὦτα ἐνηχηθῆναι αὐτῷ τὴν φωνήν· «Καὶ τὴν πρώτην», προσέθηκεν ἔπειτα. Ἐπεὶ δὲ ἐκεῖνος μηδὲ τοσοῦτον ἐσχηματίζετο τὸν αὐτοκρά τορα δύνασθαι, τὸ πᾶν ἄχθος αὐτῷ τῆς ψυχῆς ἀπεσείσατο, καὶ ὡς τοῖς ὅλοις νενικηκὼς λαμπρόν τε ἀμπίσχεται καὶ τὴν κεφαλὴν ἀναδησάμενος χαριστήρια ἔθυε τῷ Θεῷ. 6.173 Ταῦτα μὲν καὶ τοιαῦτα ἐρεῖ περὶ τούτου δὴ τοῦ αὐτοκράτορος, εἰ γέ τις βούλοιτο· εἰ δὲ καὶ ἐγκωμιάζειν αἱροῖτο τὸν ἄνδρα, οὐδ' ἅπερ ὁ τῆς ἱστορίας λόγος ἴσως διαβαλεῖ ἔξω τῆς προσηκούσης εὐφημίας, ὅ γε πιθανώτατος τῶν ῥητόρων ποιήσαιτο. Αὐτίκα, ἵνα τινῶν καὶ τῶν τῆς ἑτέρας μερίδος ἐπιμνησθήσωμαι, ἐδίδου καὶ τῇ παιδιᾷ με ρίδα τοῦ βίου τινὰ, καὶ τοῖς μὲν ἄλλοις οὔτε τοὔνομα οὔτε τὸ πρᾶγμα ταύτης ἠλλάττετο, ἐκείνῳ δὲ σπούδασμά τε ἐδόκει καὶ σεμνότητι κατεχρώννυτο· εἰ γοῦν ἄλσος ποιῆσαι βουληθείη ποτὲ, ἢ περιτειχίσαι παράδεισον, ἢ ἐμπλατῦναι ἱππήλατον, οὐ τοῦτο μόνον ἐποίει ὅπερ πρώτως ἐβούλετο, ἀλλὰ θάτερά τε εὐθὺς ἐγεγόνεισαν, καὶ λειμῶνες οἱ μὲν κατεχώννυντο, οἱ δὲ πρώτως περιεκλείοντο, ἀμπέλων τε καὶ δένδρων τὰ μὲν ἀπερριζοῦντο, τὰ δὲ μετὰ τῶν καρπῶν ἀπηυτοματίζοντο. 6.174 Τί ποτε δέ ἐστι τοῦτο; Ἐβούλετο τῷ βασιλεῖ ψιλήν τινα πεδιάδα εἰς λειμῶνος ὥραν μεταποιῆσαι· αὐτίκα γοῦν ἐγίνετο τὸ βουλόμενον· τὰ γὰρ ἑτέρωθι φῦντα ἐκεῖσε μετὰ τῶν καρπῶν ἀπεκομίζοντό τε καὶ κατεριζοῦντο τῇ γῇ, βῶλοί τε χλοηφόροι ἐξ ἀλσῶν καὶ ὀρέων ἀναχωννύμενοι τὸ ὑποκεί μενον κατεπλήρουν πεδίον· ὁ δὲ, εἰ μὴ καὶ τέττιγες αὐτίκα ἐπὶ τοῖς αὐτοματισθεῖσι τερετιοῦσι δένδροις, ἢ ἀηδόνες τὸ ἄλσος περιλαλήσουσι, δεινὸν ἐποιεῖτο, καὶ ἐν σπουδῇ τὸ πρᾶ γμα τιθέμενος, αὐτίκα τῆς παντοδαπῆς ἠχοῦς καταπήλαυε. 6.175 Ταῦτα τοιγαροῦν καὶ ὅσα τούτοις ἕπεται ἐμοὶ μὲν ἴσως οὐ «βουληφόρῳ ἀνδρὶ» προσήκοντα φαίνεται, «ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε», κατὰ τὴν ποιη τικὴν Καλλιόπην· ἕτερος δὲ καὶ τὸ φαινόμενον κάλλος θαυ μάζων θαυμάσει τῆς μεγαλουργίας τὸν αὐτοκράτορα καὶ ἐρεῖ ὁπόσα τὸν ἀκροατὴν πείθειν οἰηθείη, ὅτι τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς συνέσεως, ὡς καταμερίζειν τὸν βίον σπουδῇ τε καὶ παιδιᾷ, καὶ μὴ θατέρῳ μέρει πρὸς θάτερον ἐμποδίζεσθαι· ἀλλὰ τῇ μὲν σπουδῇ οὐδὲν ᾤετο προστιθέναι, οἰκείῳ γὰρ κάλλει κατακεκόσμηται, τὴν δέ γε παιδιὰν κατ εχρώννυεν ἀνθηρῷ βάμματι, μᾶλλον δὲ σεμνῷ κατεποίκιλλε σχήματι, καὶ ἐξήρκει τοῦτο εἰς σύνεσιν, ἄλλ' ἐπ' ἄλλοις ἐπιτιθέναι, καὶ τῇ φρονήσει τὴν φιλεργίαν νικᾶν, ἀκάματά τε καὶ ἀνήροτα ποιεῖν τὰ γεώργια, καὶ ὥσπερ ἐξ οὐκ ὄντων κατὰ τὸν πρῶτον δημιουργὸν μετὰ τῶν ποιοτήτων οὐσιοῦν τὰ ποιήματα, τάς τε ὥρας νικᾶν τῷ ἑτοίμῳ τῆς μεταθέ σεως, καὶ γεωργικῶν μὴ δεῖσθαι χειρῶν τῇ ἀγχινοίᾳ τῆς πλάσεως, καὶ θαυματοποιεῖν ἄντικρυς ὁπόσα ἐκείνῳ ἐδόκει, ὡς ἀπιστεῖν τοὺς πολλοὺς, ὅτι τὸ χθιζὸν ὁρῶσι πεδίον καὶ τὸ πρότριτα γήλοφον τριταῖον γήπεδον καταφαίνεται. 6.176 Λέγω δὲ ταῦτα νῦν ἄκροις ὡσανεὶ καταχρώ μενος ὅροις τῆς ῥητορικῆς τέχνης τε καὶ πειθοῦς, ἐπεὶ εἴ γέ τις βούλοιτο τελεωτέραν ἐργασίαν ἀποδοῦναι τῷ λόγῳ, πᾶσαν ἀκοὴν καὶ ψυχὴν μεταχειρίσαιτο πρὸς τὸ βούλημα· ἀλλ' ἐμοὶ οὔτε τὰ τοιαῦτα τῶν ἔργων ἐν ἐπαίνοις τίθεται, μεμίσηνται δὲ καὶ αἱ περὶ τοὺς λόγους τέχναι,