[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXXVIII.
[188] ΣΤΑΓΕΙΡΙΩΙ
Ἀττικὸς σὺ τὴν παίδευσιν; Ἀττικοὶ καὶ ἡμεῖς. Νέων προκαθέζῃ; Πάσης ἡλικίας ἡμεῖς. Τυποῖς πρὸς λόγον; Ἡμεῖς πρὸς ἦθος. Πολλὰ κοινὰ πρὸς ἀλλήλους ἡμῖν: ἓν δὲ ἀντὶ πάντων καὶ πρὸ πάντων, ὁ γλυκύτατος υἱὸς ἡμῶν Νικόβουλος ἐν μέσῳ κείμενος. Ὧι σὺ καλῶς ποιῶν ἐνεπιδείξῃ καὶ τὴν παίδευσιν καὶ τὴν ἡμετέραν φιλίαν, εἴπερ σοι μέλει ταύτης. Οἶμαι δέ: καὶ γὰρ ἀθληταὶ παλαιοὶ νέοις τιμῶνται: καὶ τοσοῦτον ὥστε καὶ τὰ τῆς νίκης ἆθλα προσφέροντες τούτοις εὐγνώμονες εἶναι νομίζονται περὶ νόμους ἀθλήσεως.