μυσταγωγὸν καὶ μύστην καθίστη σιν, ὅπερ προϊὼν ὁ λόγος ἐρεῖ ἐντελέστερον. 6.182 Ταῦτα μὲν οὖν ἀμφίλογα τῷ αὐτοκράτορι καὶ ταῖς διαφόροις ὑπολήψεσι τῶν ἀνθρώπων μεταρριπτού μενα καὶ ὅσα περ ἄλλα ἐρεῖν προῄρημαι, οὐδέν τι μέτριον τῶν πάντων ἐποίει, ἀλλὰ πᾶσιν οἷς ἐβεβούλητο τόνους ἐδίδου καὶ ἀκμὰς καὶ ὀξύτητας· εἴ τε γοῦν ἐρῴη τινὸς, οὐκ εἶχεν αὐτῷ μέτρον ὁ ἔρως, εἴ τε μηνιῴη τινὶ, τὰ μὲν αὐτῷ τῶν προσόντων κακῶν ἐπετραγῴδει βαρυθυμότερον, τὰ δ' ἀνέπλαττεν, εἰ δὲ καὶ ἀγαπῴη, οὐκ εἶχέ τις τῆς τοιαύτης ὑποθέσεως νοῆσαι ὑπερβολήν. 6.183 Τῆς γοῦν βασιλίδος Ζωῆς ἀπεληλυθυίας τῶν τῇδε ἐν γήραϊ μακρῷ, ὁ περὶ ἐκείνην πόθος αὐτῷ εἰς μέσην καρδίαν παραμεμένηκεν, οὐχ ὥστε θρηνῆσαι μόνον, οὐδὲ δακρύοις κατασπεῖσαι τὸν ἐκείνῃ τύμβον, οὐδὲ τὸ θεῖον αὐτῇ εὐμενίσασθαι, ἀλλ' ἐβούλετο ἰσοθέου αὐτὴν ἀξιῶσαι τιμῆς· αὐτίκα στυλίσκου τινὸς τῶν περὶ τὸν ἐκείνης τάφον ἀργύρῳ περιηλειμμένου ὑγρότητά τινα προσειληφότος κατά τι μέρος ἔνθα ἡ κρείττων ὕλη διέσχιστο, καὶ βραχύν τινα μύκητα κατὰ τοὺς φυσικοὺς ἀναδόντος λόγους, ὁ δὲ ἐνθου σιασμοῦ τε πλήρης ἐγένετο καὶ βοῆς ἐνεπίμπλα τὰ βασί λεια, ὡς τοῦ Κρείττονος παραδοξοποιήσαντος ἐπὶ τῷ τύμβῳ τῆς βασιλίδος, ἵν' ἅπαντες γνοῖεν ὅτι ἀγγέλοις ἡ ἐκείνης ψυχὴ συνηρίθμηται· οὐδεὶς μὲν ἠγνόει τὸ πεπραγμένον, σύμπαντες δὲ τὸν ἐκείνου ζῆλον ὑπέτρεφον, οἱ μὲν δεδιό τες, οἱ δ' ἀφορμὴν τὸ πλάσμα εὐπορίας βίου ποιούμενοι. 6.184 Καὶ περὶ μὲν τὴν βασιλίδα τοιοῦτος ἐγνώ ριστο· τὴν δέ γε ἀδελφὴν Ἑλένην οὐδὲ τῶν τῇδε μεταστᾶ σαν μικροῦ δεῖν ἐγνώκει, οὐδ' εἴ τις εἰρήκει τὴν ἐκείνης μετάθεσιν ἐς τὸ συμπαθέστερον τοῦτον ἐκίνησεν· εἰ δὲ καὶ ἡ ἑτέρα ἐκείνου προαπεληλύθει, ἣν ἄνωθί που ὁ λόγος ἐγνώρισε, κἂν ἐπὶ ταύτης ἐμεμενήκει τῆς διαθέσεως. 6.185 Ὁ δέ γε λόγος τὰς ὑπερβολὰς ἐκείνου καταιτιώμενος ἐπ' αὐτὸ δὴ χωρεῖ τὸ κεφάλαιον, φημὶ δὴ ὃν ἐκεῖνος ναὸν τῷ μάρτυρι Γεωργίῳ καθίδρυσεν, ὃν δὴ πάντα συνέτριψε καὶ ἠφάνικε, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον τοῖς συντριβεῖσι προσέθετο· ἤρξατο μὲν οὖν αὐτῷ ἡ ὑπόθεσις οὐκ ἀπὸ κρείττονος ἀφορμῆς, περὶ ἧς οὐδὲν δέομαι λέγειν· ἐῴκει δὲ τὴν πρώτην οὐκ εἰς μέγα προχωρήσειν, θεμέλιοι γὰρ μέτριοι κατεβέβληντο, καὶ ἐπὶ τούτοις ἀνάλογα πάντα, τό τε ὕψος οὐ πάνυ αἰθέριον· εἶτα δὴ χρόνου διελθόντος τινὸς, ἔρωτές τινες αὐτὸν ὑπεξέκαιον ὥστε πρὸς πάσας τὰς πώποτε γεγονυίας ἁμιλληθῆναι οἰκοδομὰς καὶ ταύτας ὑπερ βαλέσθαι μακρῷ· περίβολος γοῦν μείζων ἐκύκλου τὸ τέμε νος, καὶ τῶν κρηπίδων αἱ μὲν ἀνερριπτοῦντο καὶ ἀνεχών νυντο, αἱ δὲ αὖθις βαθύτερον κατεχώννυντο, καὶ ἐπὶ τούτοις κίονές τε μείζους καὶ ποικιλώτεροι, καὶ τεχνικώτερα πάντα, καὶ χρυσὸς ὑπαλείφων τὸν ὄροφον, τῶν δὲ λίθων ὁπόσαι χλοάζουσιν αἱ μὲν κατεστρώννυντο, αἱ δὲ τοῖς τοίχοις ἡρμόζοντο, καὶ ἄλλη τις ἐφ' ἑτέρᾳ ἐπήνθει, ἢ ἐφ' ὁμοίῳ τῷ χρώματι ἢ ἐναλλὰξ παραλλάττουσαι· ὁ δὲ χρυσὸς ἀπὸ τῶν δημοσίων ταμιείων ὥσπερ ἐξ ἀφθόνων πηγῶν καχλάζοντι ἐπέρρει τῷ ῥεύματι. 6.186 Ἀλλ' οὔπω τέλος ὁ ναὸς ἐσχήκει, καὶ αὖθις πάντα ἠλλοιοῦτο καὶ μετετίθετο, καὶ διελέλυντο μὲν αἱ ἀκριβεῖς ἁρμονίαι τῶν λίθων, τοῖχοί τε διερρήγνυντο, καὶ ἀπεστρώννυντο σύμπαντα· ἡ δέ γε αἰτία, ὅτι ὁ πρὸς τοὺς ἑτέρους ναοὺς ἐκείνῳ ἀγὼν οὐ πάντη κατώρθωτο, ἀλλὰ πρὸς ἕνα τῶν πάντων ἁμιλληθεὶς, τὰ δευτερεῖα ἠνέγκατο· τεῖχος οὖν αὖθις ἕτερον κατεπήγνυτο, καὶ κύκλος ἀκριβὴς ὡς περὶ κέντρον τὸν τρίτον νεὼν τεχνικώτερον, ἵν' οὕτως εἴποιμι κατεγέγραπτο, καὶ πάντα λαμπρὰ καὶ αἰθέρια· ὁ μὲν γὰρ ναὸς ὥσπερ τις οὐρανὸς χρυσοῖς ἀστράσι πάντοθεν ἐπεποί κιλτο, μᾶλλον μὲν τὸ μὲν αἰθέριον σῶμα ἐκ διαστημάτων κατακεχρύσωται, ἐκείνῳ δὲ ὁ χρυσὸς, ὥσπερ ἐκ