κέντρου ῥυεὶς ἀφθόνῳ τῷ ῥεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐχ ὁρίζοντα, ἀλλ' ἦσαν αἱ ἀκρότητες ἄγνωστοι, καὶ τὰ μὲν δεύτερα τῶν πρώ των μείζονα, τὰ δ' ἐπὶ τούτοις λειμῶνες ἀνθέων πλήρεις, οἱ μὲν πέριξ, οἱ δὲ κατὰ μέσον διήκοντες, ὑδάτων δὲ ἀγωγὴ καὶ φιάλαι ἐκεῖθεν πληρούμεναι, καὶ τῶν ἀλσῶν τὸ μὲν μετέωρον, τὸ δ' εἰς πεδιάδας καθειμένον, καὶ λουτροῦ χάρις ἀμύθητος· οὗ δὴ εἴ τις τὸ μέγεθος ἐπιμέμψασθαι βούλοιτο, εὐθὺς ἀνείργεται τῷ κάλλει καταλαμπόμενος· ἐξήρκεσε γὰρ τοῦτο τοῖς τοῦ μεγέθους ξύμπασι μέρεσιν, ὡς ἐθέλειν καὶ εἰς μείζονα ὄγκον οἰκοδομεῖσθαι, ὅπως ἡ χάρις ἐπιχυθείη τῷ λείποντι· οὐκ ἂν δέ τις εὐκόλως τοὺς ἔνδοθεν λειμῶνας πάντας συμπεριλάβοι, οὔτε ταῖς ὄψεσιν, οὔτε μὴν ταῖς νοήσεσιν. 6.187 Οὐ γὰρ καὶ τὸ ξύμπαν ὑπερβαλλόντως καλὸν ὡς ἐκ μερῶν συμπεπλεγμένον καλλίστων, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ ἐπὶ μέρους εἰς αὑτὸ ἕκαστον τὸν θεατὴν ἐπι σπᾶται, καὶ κατ' ἐξουσίαν τῆς τῶν χαρίτων προκειμένης ἀπολαύσεως οὐκ ἔστιν οὐδεμιᾶς εἰς κόρον τυχεῖν· ὑφαρπά ζεται γὰρ παρ' ἑκάστου ἡ ὄψις, καὶ τό γε θαυμασιώτερον, κἂν τὸ κάλλιστον τῶν πάντων ὁρῴης, τοὔλαττον ὡς νεοφα νὲς ἐπισπάσει σε, καὶ οὐδὲ διακρῖναι δυνήσει τί ποτε μὲν τὸ ἐξαίρετον, τί δὲ τὸ μετ' ἐκεῖνο, καὶ αὖθις τὸ μετὰ τοῦτο· εἰ γὰρ καὶ οὕτως ἔχοι τὰ μέρη, ἀλλ' ἀρκεῖ καὶ τὸ τελευταῖον καλὸν εἰς τελεωτάτην ἀπόλαυσιν. Καὶ τοῖς μὲν ἄλλοις μεθ' ὑπερβολῆς ἕκαστον ἐθαυμάζετο, τὸ μέγεθος τοῦ νεὼ, τὸ ἰσόμετρον κάλλος, ἡ τῶν μερῶν ἀναλογία, ἡ τῶν χαρίτων μῖξις καὶ κρᾶσις, αἱ τῶν ὑδάτων ἐπίρροιαι, ὁ περικλείων περίβολος, ἡ λειμωνία ἄνθη, ἡ δροσώδης βοτάνη καὶ κατάρ ρυτος ἀεὶ τοῖς ὕδασιν, αἱ τῶν δένδρων σκιαὶ, ἡ τοῦ λουτροῦ χάρις, καὶ ὥσπερ ἐπὶ πεπερασμένης κινήσεως μηδὲν εἶναι τὸ ἐπέκεινα τῶν ὁρωμένων ἕκαστος ᾤετο. 6.188 Τῷ δέ γε αὐτοκράτορι ἀρχαὶ σύμπαντα τῶν μελλόντων κατελογίζετο· ἔμελλε γὰρ τεράστιά τινα τοῖς γενομένοις ἐπινοήσεσθαι· οὕτως αὐτῷ ἡ γνώμη ᾐώρητο· καὶ τὸ μὲν γεγονὸς, ὅπως ἂν ἐγεγόνει καὶ ὁποῖον ἂν τὴν ὥραν διεγινώσκετο, καταπεφρόνητό οἱ παραυτίκα καὶ κατ ημέλητο, ὃ δ' ἐνθυμηθείη εἰς προσθήκην ἐργάσασθαι, τοῦτο δὴ αὐτὸν ὑπεξέκαιεν καὶ εἰς ἔρωτα τοῦ ἀφανοῦς ἔθελγεν. 6.189 Ἑτερογνώμων δὲ τὴν ψυχὴν ὢν καὶ μὴ πάντη ἑαυτῷ ὅμοιος, τὸ μὲν κράτος αὑτῷ ὀνομαστότατον προεθυμεῖτο ποιήσασθαι, καὶ μέντοι γε καὶ τοῦ σκοποῦ οὐ πάντη διήμαρτε· τὰ γὰρ πρὸς ἕω τῆς ἡγεμονίας ὅρια πολὺ πορρωτέρω ἐπεποιήκει, οὐ βραχύ τι μέρος τῆς Ἀρμενίων οἰκειωσάμενος γῆς, καί τινας ἐκεῖθεν ἡγεμόνας ἐξώσας καὶ τῷ τῶν ὑπηκόων κύκλῳ συντάξας· αὖθις δὲ πρὸς ἑτέρους διαπρεσβευόμενος, δέον ἐξ ὑπερυψήλου φρονήματος πρὸς αὐτοὺς φθέγγεσθαι, ὁ δὲ τὴν παρ' ἐκείνων δῆθεν φιλίαν ἑαυτῷ μνηστευόμενος ταπεινοτέροις ἢ προσῆκεν ἐπέστελλε γράμμασι. 6.190 Τῷ γοῦν ἐν Αἰγύπτῳ δυνάστῃ ὥσπερ ἐξεπίτηδες παρεχώρει τοῦ μείζονος, ὁ δὲ ἄρα κατετρύφα τῆς ἐκείνου ὑφέσεως, καὶ, ὥσπερ παλαιστὴς ἐκπίπτων τοῦ κύκλου, οὐκ ἐπὶ τὰς αὐτὰς λαβὰς, ἀλλ' ἐπεξουσίαζε ταῖς ἀντιλήψεσι σοβαρώτερον· πολλάκις γοῦν ἐμοὶ τὰ πρὸς ἐκεῖνον πιστεύων ἀπόρρητα καὶ ἐπιστέλλειν προστάττων, ἐπεί με ᾔδει φιλό πολίν τε ὄντα καὶ φιλορώμαιον, ὑπετίθει πῶς ἂν ἑκὼν εἶναι τοῦτον μὲν ταῖς ὑφέσεσιν ἀτιμάσω, ἐκείνῳ δὲ τὸ μεῖζον περι ποιήσομαι μέγεθος· ἀλλ' ἐγὼ ἐλάνθανον ταῖς περιτροπαῖς τοὐναντίον ποιῶν, καὶ ἄλλο μὲν τὸ φαινόμενον τῷ κρατοῦντι διδοὺς, ἐλλοχῶν δὲ πρὸς ἐκεῖνον καὶ λεληθότως διαφαυ λίζων τοῖς ἐνθυμήμασιν· ὅθεν ἐπειδὴ τὸ σχῆμα τὸ ἀσαφὲς εἶχεν, αὐτὸς τὰς πρὸς τὸν Αἰγύπτιον ἐπιστολὰς ὑπηγόρευεν. Ὅπερ δὲ ὁ Κῷός φησιν Ἱπποκράτης περὶ τῶν σωματικῶν ἕξεων, ὡς ἐπειδὰν πρὸς ἄκρον