[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCI.
[191] ΤΩΙ ΑΥΤΩΙ
Οἷον ἠγνόησα: ὡς λίαν σκαιὸν καὶ ἀπαίδευτον: ἄνδρα σοφιστὴν ἐνουθέτησα: ὢ τῆς ἀπονοίας: καὶ οὐδὲ ὑπὸ τῆς παροιμίας τῆς ἰδιωτικῆς ἐπαιδεύθην, φαλακρὸς ὢν κατὰ κριοῦ μὴ νυστάζειν ἀντὶ προσώπου, μηδὲ σφηκίαν ἐγείρειν κατ' ἐμαυτοῦ, γλῶσσαν πρὸς τὸ κακῶς λέγειν ἑτοιμοτέραν. Τούτῳ μὲν οὖν οὐ πάνυ τι δυσχεραίνω (μετὰ γὰρ πολλῶν προσετέθην, ὥς γε πυνθάνομαι, εἰ δὲ ζώοις, καὶ πρὸ πολλῶν): ἐκείνῳ δὲ μᾶλλον, ὅτι μὴ ἐπιστεύθην φιλικῶς τοῦτο ποιεῖν. Πλὴν ὑγιαίνοις καὶ σῶμα καὶ ψυχήν, καὶ τὴν γλῶσσαν κατέχοις, εἰ δυνατόν: ἀλλὰ νῦν τό γε ἡμέτερον στέρξομεν.