[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCIII.
[193] ΒΙΤΑΛΙΑΝΩΙ
Αἰσθάνομαί σου τῶν ἐγκλημάτων καὶ σιωπῶντος. «Γάμους εἱστιῶμεν», ἴσως ἐρεῖς, «καὶ ταῦτα τῆς χρυσῆς Ὀλυμπιάδος καὶ σῆς, καὶ παρῆν ἐπισκόπων ὅμιλος: σὺ δὲ ἀπῆς ἡμῖν, ὁ γεννάδας, ἢ ἀπαξιώσας, ἢ κατοκνήσας.» Οὐδέτερον, ὦ θαυμάσιε. Ἀλλ' οὐκ ἦν, οἶμαι, πράττοντα τραγικῶς, πανηγυρίζειν κωμικῶς, καὶ ἅμα παντελῶς ἄωρον καὶ οὐ γαμικόν, δύο ποδαλγοὶ περιφερόμενοι καὶ γελώμενοι, μέσοι πηδώντων, _ἵνα τί σοι καὶ προσπαίξωμεν γαμικῶς. Ἐπεὶ τῷ γε βούλεσθαι καὶ πάρειμι καὶ συνεορτάζω καὶ τῶν νέων τὰς δεξιὰς ἀλλήλαις τε ἐμβάλλω καὶ ἀμφοτέρας τῇ τοῦ Θεοῦ. Πρέπει γάρ, ὥσπερ ἄλλο σοι πᾶν ἀγαθόν, οὕτω δὴ καὶ τὴν συζυγίαν ἐπὶ παντὶ βελτίστῳ γενέσθαι καὶ κατὰ τὰς κοινὰς ἡμῶν εὐχάς.