[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCIV.
[194] ΤΩΙ ΑΥΤΩΙ
Ἰδοὺ καὶ δεύτερός σοι γαμβρός: καὶ τὸ γλυκὺ φορτίον ἀποσκευάζῃ, καλῶς γε ποιῶν. Ἀργοὶ δ' ἡμεῖς, ὡς ἂν αὐτὸς εἴποις: ὡς δὲ ὁ ἀληθὴς λόγος, ἀσθενεῖς, οὐκ ἀργοί. Πλὴν καλῶς ἡμῖν ἔχει τὰ ἐκ Θεοῦ. Τῶν μὲν γὰρ θορύβων ἄλλοις παρεχωρήσαμεν, τῆς φιλοσοφίας δὲ ἡμεῖς ἀπολαύσομεν, ἐπειδὰν Θεῷ συσταλῇς καὶ ὅλως τῶν ἄνω γένῃ, μηδενὶ δεσμῷ κατεχόμενος. Καὶ νῦν δὲ τοῖς γάμοις συνεισφέρομεν τὰς εὐχάς, εἰ δεῖ δωροφορεῖν ὑμῖν τὸ κάλλιστον.