ἐπέπληκτο δὲ τὴν ψυχὴν ὅτι αὐτίκα μέλλει στερηθήσεσθαι τοιοῦδε ἀνδρός. 6.196 Ἐμὲ γοῦν αὐτίκα τὸ γεγονὸς οὔτε καθεύδειν εἴα οὔτε ἀναπνεῖν, ἀλλ' οὐδὲ τὸν προσήκοντα καιρὸν ἀνα μένειν· ἐκείνῳ δὲ συγγενόμενος καὶ πολλοὺς κατασπείσας δακρύων κρουνοὺς, κατήλπισα ὡς αὐτίκα ἑψόμενος· καὶ ὁ μὲν ἑτέραν αὖθις πλάσιν σκηψάμενος, ὡς ὁμοῦ τε τὸ σχῆμα ἐπενδυθείη καὶ τετυχήκοι θειοτέρας ἰάσεως, οὐδὲν ἀναμεί νας εὐθὺς ἀπαίρει πρὸς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον. 6.197 Ἐγὼ δὲ παράδειγμα ἐκεῖνον θέμενος τῆς ὁμοίας μεταποιήσεως, ἥπατός τε πόνον εὐθὺς σκήπτομαι καὶ καρδιαλγίαν δεινὴν, τό τε φρονοῦν μεταπλάττω, καὶ ὡς ἐφεστηκόσι τοῖς πράγμασι τῇ ψυχῇ διαλεγόμενος ἦν, καὶ τὴν φωνὴν ἐπέχων τοῖς δακτύλοις τὴν τῶν τριχῶν τομὴν ἐσχημάτιζον· ἀγγελίαι γοῦν εὐθὺς τῆς ἐμῆς ἐντεῦθεν ἐκδη μίας πρὸς τὸν κρατοῦντα ἐφοίτησαν, καὶ ὡς δυσθανατῶ μὲν καὶ βεβάπτισταί μοι τῷ βάθει τῆς συμφορᾶς ἡ ψυχὴ, ἐπειδὰν δὲ τὸ φρονοῦν ἀνενέγκω, τῆς κρείττονος ἐρῶ καὶ ὑψηλοτάτης ζωῆς. Ὁ δὲ πρὸς μὲν τὴν τοῦ πάθους ἀγγελίαν πλέον ἢ τὸ ἐμὸν ἠδύνατο σχῆμα, κατενεχθεὶς ἔκειτο, τό τε πρῶτον ἀπολοφυράμενος καὶ βύθιόν τι στενάξας, ὅτι μοι ἐν ἀμφιβόλῳ τὰ τῆς ζωῆς ἔκειτο· ἡ γὰρ τοῦ στερήσεσθαί μου προσδοκία μάλιστα τοῦτον ἐκύμαινεν, ἤρα γάρ μου τῆς γλώττης δεινῶς. Τί γὰρ δεῖ μὴ τἀληθὲς λέγειν; Καὶ εἰ δεῖ τι μικρὸν τῇ τῆς φύσεως ἐπι τηδειότητι ἐγκαυχήσασθαι, παντοδαπὸς ἐγεγόνειν ἐκείνῳ, φιλοσόφως μὲν ὡς οἷόν τε βιοὺς, τεχνικῶς δὲ πρὸς ἐκεῖνον μεθαρμοζόμενος· προσκορὴς γὰρ ὢν πρὸς ἅπερ ὥρμητο, ἐζήτει μεταβολὰς, ἀπὸ τῆς ὑπάτης, ὃ δή φασι, καταπίπτων ἐπὶ τὴν νήτην, ἢ καὶ τὴν σύγκρασιν ἀμφοῖν βουλόμενος· διὰ ταῦτα νῦν μὲν ἐφιλοσόφουν αὐτῷ περί τε τοῦ πρώτου αἰτίου διαλεγόμενος καὶ τοῦ παντοδαποῦ καλοῦ, ἀρετῆς τε πέρι καὶ ψυχῆς, δεικνὺς τί μὲν τὸ ὁρώμενον ταύτης τῷ σώματι, τί δὲ τὸ δίκην φελλοῦ ἀκρόπλουν ἐπιθιγγάνον τῇ πέδῃ, οἷον ἄρτημα κορυφαῖον τῷ κούφῳ πτερῷ μένον ἐφ' ἑαυτοῦ μόνον καὶ μὴ συμπιεζόμενον τῷ δεσμῷ. Ἐπεὶ δὲ τοῦτον ἴδοιμι τοῖς τοιούτοις ἀποκναίοντα λόγοις καὶ πρὸς τὸ θυμηρέστερον ῥέποντα, τὴν ῥητορικὴν μεταχειριζόμενος λύραν, ἁρμονίᾳ τε λέξεων ἐκεῖνον κατέθελγον καὶ τοῖς ἐκεί νης ῥυθμοῖς ἐπὶ διάφορον ἰδέαν ἀρετῆς <διὰ τῆς> συνθήκης καὶ τῶν σχημάτων <οἷς> ἡ ἐκείνης ἀφώρισται δύναμις, οὐδὲ τῷ πιθανῷ μόνον ψεύδει καὶ τῷ πρὸς τὰς ὑποθέσεις ἀμφι ρρεπεῖ ἐγκαλλωπίζεται, ἀλλὰ καὶ τῆς ἀκριβοῦς ἅπτεται μού σης, καὶ ταῖς μὲν ἐννοίαις φιλοσοφεῖ, ἀνθεῖ δὲ τῇ καλλιε πείᾳ τῶν λέξεων καὶ τὸν ἀκροατὴν διχόθεν ἑαυτῆς ἐξαρτᾷ, διαρθροῖ τε τὰ νοήματα, μὴ συγχέουσα ταῖς ἐπιπλοκαῖς, ἀλλὰ μερίζουσά τε καὶ διαιροῦσα καὶ ἠρέμα πως ἐπανάγουσα, τό τε δεινὸν αὐτῆς, οὐ συγκεχυμένον, οὐδ' ἀσαφὲς, ἀλλ' ἁρμό ζον τοῖς καιροῖς καὶ τοῖς πράγμασι, κἂν ἀφελῶς εἴποι τις, καὶ μήτε περιόδοις μήτε πνεύμασι χρήσαιτο· ταῦτα δὴ πάντα δεικνὺς εἰς ἔρωτα τῆς τέχνης ἐκίνουν· εἰ δέ γε βασκαίνοντα τούτοις ἴδοιμι, μεταβαλὼν αὖθις ἀπολωλέναι τέ μοι τὴν μνήμην ὧν ἐγίνωσκον ἐσκηπτόμην, καὶ μικροῦ δεῖν τὸ τοῦ Ἑρμογένους παθεῖν, σβεσθείσης μοι τῆς θερμό τητος τῷ ὑπερβάλλοντι τῆς ποιότητος. 6.198 Τούτων οὖν ἐκεῖνος ἀκριβῶς μεμνημένος, οὐδ' ὁπωστιοῦν μοι ἐδίδου φιλοσοφεῖν, οὐδὲ τὴν ζωὴν μετα θεῖναι, ἀλλὰ πρῶτα μὲν ἐπιστολαῖς πρός με ἐχρήσατο καὶ ἀνδρῶν γενναίων ἀποστολαῖς, ἀνεῖρξαί με προθυμούμενος τοῦ βουλήματος, ἀνενεκεῖν τέ μοι αὐτίκα τῆς νόσου κατ επηγγέλλετο καὶ μείζονος ἀξιῶσαι λαμπρότητος· τὰς δέ γε ἐπιστολὰς οὐδὲ νῦν ἀδακρυτὶ ἀναγνῶναι δεδύνημαι, ὀφθαλ μόν τε γὰρ ἀπεκάλει καὶ ἴαμα τῆς ἐκείνου ψυχῆς, σπλά γχνον τε καὶ φῶς καὶ ζωὴν, καὶ παρεκάλει μὴ τετυφλῶσθαι· ἀλλ' ἐγὼ ἐξεκεκώφειν πρὸς ἅπαντα· ᾕρει γάρ με μᾶλλον ὁ προλαβὼν