[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCV.
[195] ΓΡΗΓΟΡΙΩΙ ΑΡΧΟΝΤΙ
Οὐκ ἐπαινῶ τὸν Ἡσίοδον ὅτι τοὺς ὁμοτέχνους ἀντιτέχνους ὠνόμασεν: « καὶ κεραμεὺς κεραμεῖ κοτέει » (λέγων) « καὶ τέκτονι τέκτων ». Οὐ γὰρ φθονεῖ μᾶλλον ἢ προστρέχει τε καὶ ἀσπάζεται, ὡς ὁ ἐμὸς λόγος, καὶ ὡς οἰκείου περιέχεται. « Ἀοιδὸς » δὲ « ἀοιδῷ » τοσούτῳ πλέον ὅσῳ καὶ λόγος ἐστὶ τούτοις τὸ σπουδαζόμενον. Τοῦτο δὲ καὶ αὐτὸς πεπονθὼς πρὸς τὴν σὴν λογιότητα, εἰ μὲν οὕτως εἶχον τοῦ σώματος ὥστε ταῖς τῆς ψυχῆς ὁρμαῖς ὑπουργεῖν δύνασθαι, οὐκ ἄν μέ τις ἔφθη καὶ προσδραμὼν καὶ περιπτυξάμενος καὶ τὰ ἐπιβατήρια προσφθεγξάμενος. Ἀλλ' ἡλίῳ μὲν ἐπισκοτεῖ νέφος, ἐμοὶ δὲ καὶ ἡ ἀρρωστία καὶ τὸ φθονερὸν τοῦτο σαρκίον καὶ δεσμωτήριον. Ἆρα δέξῃ μου τὴν ἐπιστολὴν ἀντὶ τῆς παρουσίας; Ναί, δέξῃ, λόγιός τε ὢν καὶ συγγνώμων, εὖ οἶδα τοῦτο καὶ οὐκ εἰκάζειν ἔχω. Καὶ ἵν' εἰδῇς ὅσον θαρρῶ τῇ σῇ καλοκἀγαθίᾳ, ἰδοὺ καὶ πρεσβείαν προσάγω σοι σφόδρα ἡμῖν ἀναγκαίαν, καὶ πρὸς τῆς σῆς φιλίας αἰτῶ τὰ τῶν φίλων. Τὸν ἐμὸν Νικόβουλον ἀπὸ τῆς ἐμῆς δεξιᾶς ἐγχειρίζω σοι σὺν τοῖς ἀδελφοῖς οὐ δώσοντα δίκην, ἀλλὰ ληψόμενον, καὶ χήραν ἄωρον τὴν τούτων μητέρα, καὶ οἰκίαν ἦν ὅτε λαμπρὰν οὖσαν καὶ ἀπόβλεπτον, ἕως περιῆν ὁ πολὺς ἡμῖν Νικόβουλος, νῦν δὲ οὐδὲ πενθῆσαι συγχωρηθεῖσαν ἐκ τῶν ἤδη ἀναφυέντων κακῶν καὶ προσδοκωμένων, εἰ μή σοί τε παρασταίη καὶ τῇ σῇ δίκῃ στῆναι πρὸς τὸν πονηρὸν δαίμονα καὶ ἡμᾶς τιμῆσαι καὶ τὸ ἀνθρώπινον αἰδεσθῆναι καὶ λαμπρὰν σεαυτῷ ποιῆσαι τὴν ἀρχὴν διὰ τῆς εἰς ἡμᾶς εὐποιΐας.