[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCVIII.
[198] ΝΕΜΕΣΙΩΙ
Ἐπαινοῦσί τινες Πυθαγόραν τὸν Σάμιον ὅτι, θῦσαι δεῆσαν αὐτῷ (ἐπειδή γε ἄλλως οὐκ ἐπῄνει τὸ θύειν), πηλίνῳ βοῒ τὴν θυσίαν ἀφωσιώσατο: μηδὲ γὰρ χρῆναι νεκρὰ νεκροῖς καθαίρειν, οὕτω λέγων τὰ σώματα. Τοῦτόν μοι καὶ αὐτὸς μιμήσασθαι καλῶς ἔχεις, ὦ θαυμάσιε, _ἐπειδή γε τὸ προστιμᾶν ἀπηγόρευταί σοι καὶ μόνος ἀρχόντων ἢ κομιδῇ σὺν ὀλίγοις ἀζήμιον ἐνίδρυσας τοῖς ἀρχομένοις τὸν φόβον, _μηδὲ Οὐαλεντινιανὸν ζημιῶσαι τὸν σὸν καὶ ἡμέτερον (ὑπὲρ συγγενοῦς γὰρ πρεσβεύομεν) ἀλλ' ὅσον φθέγξασθαι πλάσαντα τὴν προστίμησιν, ἐπισχεῖν τὴν ζημίαν. Καὶ γὰρ οὐδὲ οἰκείας ῥᾳθυμίας ὑπέχει δίκην, εἰ δεῖ θαρρήσαντας τοῦτο εἰπεῖν. Εἰ μὲν οὖν ὡς δικαστὴν πείθομεν, τοῦτο ἄριστον: εἰ δὲ μή, πρὸς τὸν φίλον καταφευξόμεθα καὶ τοῦτο φθεγξόμεθα πρὸς τὴν σὴν λογιότητα ὅπερ λέγεται πρὸς ἑαυτοῦ φίλον γεγραφέναι τις ὅτι: «Τὸν δεῖνα, εἰ μὲν οὐδὲν ἀδικεῖ, διὰ τὸ δίκαιον ἄφες: εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες.» Πάντως δὲ ἄφες, ἐκεῖνο πρὸς τοῖς ἄλλοις ἐνθυμηθεὶς ὅτι τὸ μὲν κοινὸν οὐδὲν ἂν μέγα ὀνήσαιεν ἵππω δύο προστίμησις, ἡμῖν δὲ ἡ χάρις ἀνάγραπτος. Καὶ τοῦτο δὲ προσκείσθω: τῇ συμφορᾷ τοῦ ἀνδρὸς βοήθησον σφόδρα συντριβέντος ἀπὸ συμπτώματος.