ταύτην τὴν τάξιν ἐπίστευεν, εἰδυῖα ὡς τάχιστα οὗτος περιτραπήσεται, βασκανίας ἀφορμὴ τοῖς ὁμεστίοις προκείμενος· ζητοῦσα δὲ τῶν ἀπὸ τῆς βουλῆς τὸν ἄριστον, τούτου μὲν διημαρτή κει, ἐφιστᾶσα δὲ ταῖς διοικήσεσιν οὐχ ὃν ὁ λόγος οὐδ' ἡ εὐγλωττία πάλαι ἀνέδειξεν, ἀλλὰ τὸ εἰδέναι σιγᾶν καὶ ὁρᾶν πρὸς τοὔδαφος, καὶ μήτε πρὸς ἐντεύξεις ἐπιτήδειον εἶναι μήτε πρὸς ἄλλο τι τῶν οἷς πολιτικὸς ἀνὴρ χαρακτηρίζεσθαι εἴωθεν, ἐπὶ τῆς σεμνοτέρας μετέστησεν ὑπολήψεως· οἱ γάρ τοι βασιλεῖς τῷ καλλίονι μέρει προσνέμουσι τοὺς ἧττον ἀγχιστρόφους, εἰ σεμνοὶ εἶεν, ἢ τοὺς εὐστρόφους τὴν γλῶτταν καὶ τελεωτάτους τὴν παίδευσιν, εἰ πολιτικώτερον τὸ ἦθος κατεκληρώσαντο· ἀλλ' ἐκείνῳ γε τῷ ἀνδρὶ καὶ μοῖρά τις ἀπενεμήθη τῆς περὶ τοὺς λόγους ἕξεως, καὶ μᾶλλόν γε ἡ χεὶρ ἢ ἡ γλῶττα πρὸς τοῦτο ἠδύνατο· εὐστρό φως μὲν γὰρ οὐδεμιᾶς εἶχε, τῇ δέ γε χειρὶ μᾶλλον ἀπετέλει, καὶ ἦν ἐντεῦθεν μόνον σοφός· εἰ γὰρ ἐπιχειρήσειε καὶ τῇ γλώττῃ τὴν ἐπιστήμην ἐνδείξασθαι, τοὐναντίον ἐδίδου νοεῖν τοῖς ἀκούουσιν· οὕτω πάνυ ἀσάφως καὶ ἀγλευκῶς εἶχε τῆς διαλέξεως. 6 τηεοδ.7 Οὗτος γοῦν ὁ ἀνὴρ τὸ ἄχθος τῶν βασιλικῶν διοικήσεων κατωμαδὸν ἀράμενος, φορτικὸς ἔδοξε τοῖς πολλοῖς· τοῦ γὰρ πολιτικοῦ ἤθους, ὡς ἔφην, ἐστέρητο· ὅθεν οὔτε χαριέστατος ὢν, οὔτε τοῖς προσιοῦσι δεξιῶς ὁμιλῶν, ἀλλ' ἀεὶ καὶ πᾶσι τὸ τραχὺ τοῦ ἤθους ἐπιδεικνύ μενος, καὶ πᾶσαν ἀποστρεφόμενος ἔντευξιν, καὶ εἰ μή τις εἴποι τὸ ἄρθρον τῆς ὑποθέσεως, ἀλλά τι καὶ προοιμιά σαιτο, βαρυθυμῶν καὶ δεινοπαθῶν ἀπεχθὴς σύμπασιν ὦπτο, καὶ οὐδεὶς προσιέναι ἐβούλετο, ὅτι μὴ πᾶσα ἀνάγκη. Ἔγωγ' οὖν τὴν στάθμην τῆς τοιαύτης γνώμης θαυμάζω μὲν, αἰῶσι μὲν ἀλλ' οὐ χρόνοις πρόσφορον ἥγημαι, καὶ βίῳ τῷ μέλλοντι ἀλλ' οὐ τῷ ἐφεστηκότι· τὸ γὰρ ἀπαθὲς πάντη καὶ ἄθελκτον ὑπὲρ πάσας τὰς σφαίρας τίθεμαι καὶ ἔξω τῆς περιοχῆς τοῦ παντός· ὁ δέ γε μετὰ σώματος βίος, ἅτε πολιτικώ τερος, ἁρμοδιώτερος τοῖς παροῦσι καιροῖς, μᾶλλον δὲ τῷ σωματικῷ βίῳ τὸ πάσχον κατάλληλον τῆς ψυχῆς. 6 τηεοδ.8 Τρεῖς γὰρ μερίδας ταῖς τῶν ψυχῶν προσαρμόζω κατανοῶν καταστάσεσι, τὴν μὲν, ὅταν αὐτὴ βιῴη καθ' ἑαυτὴν, ἀπολυθεῖσα τοῦ σώματος, ἀτενῆ τε καὶ οὐ πάνυ τὸ ἐνδόσιμον ἔχουσαν, τὰς δέ γε λοιπὰς μερίδας τῷ μετὰ σώματος αὐτῆς βίῳ κατείληφα· εἰ μὲν γὰρ τὴν μέσην στᾶσα ζωὴν μεγαλοπαθής τε καὶ πολυπαθὴς, ὥσπερ ἐν κύκλῳ τὸ ἀκριβὲς κέντρον αἱροῖτο, τὸν πολιτικὸν ἀπεργά ζεται ἄνθρωπον, οὔτε θεία τις ἀκριβῶς γενομένη ἢ νοερὰ, οὔτε φιλοσώματος καὶ πολυπαθής· εἰ δὲ ταύτης παρατρα πείη τῆς μεσότητος, καὶ μάλιστα προχωροῦσα τὴν πρὸς τὰ πάθη κατάντη βιῴη ζωὴν, τὸ ἀπολαυστικὸν ἀποτελεῖ καὶ φιλήδονον· εἰ δέ τις τῶν πάντων ὑπερκῦψαι δυνηθείη τοῦ σώματος καὶ τῆς νοερᾶς ἐπ' ἄκρον σταίη ζωῆς, τί κοινὸν αὐτῷ καὶ τοῖς πράγμασιν; «ἐξεδυσάμην γὰρ, φησὶν ἡ Γραφὴ, τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;» ἀναβήτω γὰρ ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον καὶ μετὰ τῶν ἀγγέλων στήτω, ἵνα φωτὶ καταλάμποιτο μείζονι, ἀπόστροφον ἑαυτὸν καὶ ἀπότροπον τοῖς ἀνθρώποις καταστήσας· εἰ δ' οὐδεὶς τῶν πάντων τῆς φύσεως τοσοῦτον κατεκαυχήσατο, εἰ πολιτικὰς ὑποθέσεις τυχὸν οὗτος πιστευθείη, πολιτικῶς μεταχειριζέσθω τὰ πράγματα, μηδὲ ὑποκρινέσθω τὴν τοῦ κανόνος εὐθύτητα· οὐ γὰρ πάντες πρὸς τὴν ἰσότητα τῆς στάθμης ἀπηκριβώθησαν· ὅθεν εἰ τὴν λόξωσιν παραιτή σαιτο, ἀπώσατο καὶ τὸ ἑπόμενον ταύτῃ εὐθύς. 6 τηεοδ.9 ∆ιὰ ταῦτα γοῦν κἀκεῖνος ἐν ἀφιλοσόφοις φιλοσο φῶν πράγμασιν, οὐ φιλόσοφος, ἀλλὰ μιμούμενος φιλόσοφον ἔδοξεν. Ἵνα δὲ ἐν πᾶσι μέρεσιν τοῦτον παραθεωρήσωμεν, ἀλλοιότερός πως ἐν τοῖς καθ' ἑαυτὸν ἐδόκει πράγμασι· πολυτελής τε γὰρ τὴν δίαιταν καὶ μεγαλοπρεπὴς ἐτύγχανεν ὢν, ἐλευθέριός τε τὴν γνώμην καὶ