[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCI.
[201] ΤΩΙ ΑΥΤΩΙ
Τί τοῦτο; παρέδραμες ἡμᾶς ἀγνοήσαντας, καὶ λαβέσθαι οὐκ ἦν, οὐ μᾶλλόν γε ἢ τῆς ἠχοῦς τοὺς πλησίον ἔχειν αὐτὴν νομίζοντας καὶ ἀπατωμένους ταῖς ἀντιρρήσεσιν: ἦ τοῦτο μόνον ἂν τῶν πάντων ἐτυραννήσαμεν. Ἀλλ' ἐπιστέλλοις γε ἡμῖν, ὦ θαυμάσιε, καὶ τοῦτο ἕξομεν ἀντὶ σοῦ, σκιάν, ὃ δὴ λέγεται, ἀντὶ σώματος.