[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCIV.
[204] ΑΔΕΛΦΙΩΙ
Εἶεν: τὰ μὲν δὴ πρῶτα ἡμῖν ἔχει καὶ πάνυ καλῶς. Ἀρετὴν ἐπαινοῦμεν, ἄμφω πρὸς Θεὸν νεύομεν, οὐ δεδέμεθα πρὸς τὰ κάτω, ὅτι μὴ πᾶσα ἀνάγκη, τὴν κρείττω καὶ θειοτέραν φιλίαν ἀσπαζόμεθα, χεῖρας ἀλλήλων εἰλήφαμεν καὶ ἐπιστωσάμεθα. Φέρε δὲ ἤδη καὶ περὶ τῆς δευτέρας οἰκειότητος πρεσβεύσωμεν πρὸς ὑμᾶς, Θεὸν προστησάμενοι τοῦ λόγου, καὶ σὺν τούτῳ κινούμενοι, ὅνπερ δὴ παντὸς ποιούμεθα καὶ ἔργου καὶ λόγου προστάτην. Εἰ δὲ γράμμασι πρᾶγμα τοσοῦτον πιστεύομεν, μὴ θαυμάσῃς. Μάλιστα μὲν γὰρ ἡ σὴ δεξιότης καὶ τὸ τῶν σῶν ἠθῶν ἁπλοῦν τε καὶ ἐλευθέριον (ὅπερ ὀλίγον καὶ παρ' ὀλίγοις εὕροι τις ἄν), ἐπῆρεν ἡμᾶς καὶ τὰ τοιαῦτα θαρρεῖν. Ἔπειτα οὐδὲ γράμμασι τὸ πᾶν ἐπιτρέπομεν (οὐχ οὕτως ἐσμὲν ἀρχαῖοι καὶ μικρῶς τὰ μεγάλα πράττοντες, οὐδὲ τὰ σπουδαῖα παρέργως), ἀλλὰ νῦν μέν, ὥς φησι Πίνδαρος, οἷον « χρυσέας ὑφίσταμεν εὐτειχεῖ θαλάμῳ κίονας », μικρὸν δὲ ὕστερον δι' ἡμῶν αὐτῶν, ἡνίκα ἂν διδῷ Θεός, καὶ « θεητὸν μέγαρον πήξομεν », ἔργον λόγῳ, ὅ φασι, συνάπτοντες. Πολλοὶ προσίασι τῶν ἐν ὑμῖν εὐπατρίδαι (καὶ γὰρ πείθομαι προσιέναι πολλούς: τίς δὲ οὐχ ὑμῶν ἐρᾷ καὶ τῆς συναφείας τῆς ὑμετέρας;), πολλοὶ τῶν τῆς μεγάλης ὀφρύος, χρήματα, συγγένειαν, φίλους, δυναστείαν ἐν πόλεσι, δυναστείαν ἐν βασιλείοις, πάντα προτείνοντες ὅσα ἐστὶ περιφορᾶς ἀλόγου καὶ καιροῦ παίγνια, νῦν μὲν τοῖς προσπίπτοντα, νῦν δὲ τοῖς, καὶ ὥσπερ ἐν πεττῶν θέσει ἄλλοτε εἰς ἄλλους μεταρριπτούμενα καὶ μεταποιούμενα. Ἡμεῖς δὲ ἓν ἀντὶ πάντων προσάγομεν ὑμῖν, ἡμᾶς αὐτούς, καὶ μέντοι καὶ ζητοῦμεν ἓν ἀντὶ πάντων, ὑμᾶς. Εἰ τοίνυν καὶ βελτίους καὶ ἐκ βελτιόνων (ὁμολογοῦμεν γάρ, ἐπεὶ καὶ τοῦτο ἡμέτερον γίνεται), ἀλλ' ἑνί γε οὐχ ὑπερέξοντας ἡμῶν (ἐν Θεῷ δὲ εἰρήσεται), τῷ πιστῷ καὶ γνησίῳ περὶ τὴν οἰκειότητα: οὗπερ δεῖ μᾶλλον ποιεῖσθαι λόγον ἢ πάντων ὁμοῦ, τούς γε νοῦν ἔχοντας. Ἀρκεῖ τοσαῦτα πρὸς τὴν σὴν τελειότητα, καὶ ταῦτα πέρα ἴσως ἢ κατὰ μέτρον ἐπιστολῆς. Λοιπόν τι καὶ ἐμαυτῷ καὶ ὑμῖν ἐπεύξομαι: Θεὸς ἐπὶ νοῦν ὑμῖν ἀγάγοι, παρ' οὗ καὶ ταῦτα καὶ τἄλλα οἰκονομεῖται τοῖς ἀγαπῶσιν αὐτόν, ὅ τι ἂν ᾖ βέλτιστον καὶ συμφέρον ἡμῖν τε καὶ ὑμῖν ἐπίσης, ἄλλως τε καὶ περὶ τηλικούτων βουλευομένοις.