[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCV.
[205] ΤΩΙ ΑΥΤΩΙ
Υἱὸς οὐκ ἀτιμάζεται, ἀλλ' οὐδὲ ἀπιστεῖται πατήρ. Διὰ τοῦτο μὴ ἀπιστήσῃς ἡμῖν ἀπολογουμένοις ὅτι ἀρρωστία καὶ ἀσχολία πνευματικὴ τὸ κωλῦσαν ἦν ἡμᾶς γενέσθαι μέχρι Ναυΐλων καὶ τῆς συνόδου μετασχεῖν, ἄλλως τε καὶ τοσαύτῃ σπουδῇ κεκλημένους, ἀλλ' οὐκ ὄκνος τις οὐδὲ περιφρόνησις, ὅπερ ἴσως ὑπέλαβες. Νῦν μὲν οὖν ἔτι τῇ ἀσθενείᾳ κρατούμεθα. Εἰ δὲ δοίη τὸ ὑγιαίνειν Θεός, καὶ τὴν ἀπολογίαν προσθήσομεν, καὶ δραμόντες μέχρι τῆς σῆς εὐγενείας καὶ πλήρεις τὰς εὐλογίας τῷ οἴκῳ ἡμῶν ἀποδώσοντες. Ἡμέτερα γὰρ εἶναι τὰ σὰ καὶ βουλόμεθα καὶ εὐχόμεθα.