[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCIX.
[209] ΚΑΣΤΟΡΙ
Ὡς τυραννικὸς εἶ καὶ βίαιος: γράμμα σὸν ὤφθη μόνον, καὶ ἡμεῖς ὑπερώφθημεν. Ἀλλ' ἰδού σοι καὶ ὁ πολύτλας Σακερδώς, ὁ σὸς μὲν ἀδελφός, υἱὸς δὲ ἐμὸς καὶ τῶν παθῶν κοινωνός. Ἵνα δὲ μὴ παντελῶς ἡττηθῶμεν, τάχιστα ἡμῖν ἀπόδος, τὴν τοῦ βίου παραμυθίαν, φιλοσοφεῖν καὶ διδαχθησόμενον καὶ διδάξοντα. Μέγιστον γὰρ εἰς μὲν ὁμόνοιαν τὸ συμπάσχειν, εἰς δὲ συμβουλὴν ἡ ὁμόνοια.