[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCX.
[210] ΤΩΙ ΑΥΤΩΙ
Ἐμοὶ τῆς πατρίδος, ὡς ἔοικεν, ἡ ἀλλοδαπὴ χρηστοτέρα: ἡ μὲν γὰρ ἐδίδου τῆς σῆς ἀπολαύειν φιλίας, ἡ δὲ οὐδὲν τοιοῦτον ἡμῖν ἐχαρίσατο. Καὶ τοῦτό μοι παρὰ τῆς ἀρρωστίας, ἥ με κατέχει πεδήσασα καὶ πρὸς πολλὰ ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, εἰ χρὴ λέγειν τὸ ἀληθέστερον. Ταύτην μὲν οὖν τὴν ζημίαν λυπούμενοι μὲν οἴσομεν: τί δὲ οὐ φέρει τῶν ἀνιαρῶν ἅνθρωπος; Μόνον ὑγιαίνοις καὶ πράττοις τὰ κατὰ νοῦν, καὶ ἐν χειρὶ Θεοῦ εἴη τὰ σά: ἔσται δέ, εἰ γνησίως αὐτοῦ λαμβάνοιο. Τὴν δὲ κυρίαν, τὴν κοινὴν ἡμῶν ἀδελφὴν τάχιστα ἀποπέμψασθαι θέλησον, ὡς κοινὸν ἔρεισμα καὶ τῶν εὐλαβῶν καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας: ἢ πολλά σου τῆς Σακερδώτιδος καταβοησόμεθα, δι' ἣν ζημιούμεθα, καὶ καλέσομεν αὐτὴν τῇ οἰκείᾳ προσηγορίᾳ. Γνώσῃ δὲ ἥ τις, παρ' αὐτῆς πυθόμενος.