[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXI.
[211] ΚΥΡΙΑΚΩΙ
Τιμᾷς τοὺς εὐλαβεῖς, εὖ οἶδα, καὶ πτωχοὺς εὖ ποιεῖς. Τούτων ἀμφοτέρων σοι νῦν καιρός. Ἔχει γὰρ οὕτως: ὁ τιμιώτατος καὶ θεοφιλέστατος υἱὸς ἡμῶν Σακερδώς, ὁ συμπρεσβύτερος, πτωχείου προέστηκε τῶν ἐπισήμων πολυανθρώπου, εὐσεβείας τε ἕνεκα καὶ τῆς εἰς τὸ πρᾶγμα σπουδῆς. Ἔστι δὲ τῶν ὑπηρετουμένων τῷ πτωχείῳ κτήματα Λιριάνδος καὶ Καβερίνα ὁμοροῦντα τόποις τοῖς τῆς οἰκίας, ἐξ ἐπιδόσεως τοῦ τιμιωτάτου Κάστορος, τῷ πτωχείῳ τι συνεισφέροντα. Ταῦτα πάσης ἐπηρείας ἐλευθερώσας, μέρος οὐκ ἐλάχιστον συνεισοίσεις, καὶ τοῖς πτωχοῖς τῆς θεραπείας, καὶ σεαυτῷ τῆς ἀντιδόσεως ἣν οἶδας ὀφειλομένην τοῖς εὐσεβέσι. Δῆλον δὲ ὅτι ἅπαξ ὁρμήσας εἰς τὴν εὐεργεσίαν καὶ τῆς εἰς τὸ μέλλον ἀσφαλείας ποιήσῃ πρόνοιαν, ὡς μηδὲ βουλομένῳ τινὶ ἐξεῖναι κακὸν γενέσθαι περὶ τοὺς τόπους, τρόπον ὃν ἂν ἐπινοήσειεν ἡ σὴ σύνεσις.