[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXII.
[212] ΣΑΚΕΡΔΩΤΙ
Προσαγορεύω σε τὴν νέαν ἡμῶν ἐλπίδα, τὸν πολιὸν ἐν νεότητι: καὶ πᾶν ὅ τι σοι κάλλιστον βούλομαί τε καὶ εὔχομαι. Τῶν δὲ καλῶν τὸ πρῶτον οὐκ ἀγνοεῖς: ὅπερ ἐστὶν ἀεὶ Θεὸν κτᾶσθαι καὶ γίνεσθαι κτῆμα Θεοῦ διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεώς τε καὶ ἀναβάσεως: ὃ καὶ σεαυτὸν οἶδ' ὅτι νουθετήσεις τε καὶ νενουθέτηκας.