[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXIII.
[213] ΤΩΙ ΑΥΤΩΙ
Εἴ σοι μηδὲν ἠλπίζετο δυσχερές, ἡνίκα φιλοσοφίᾳ προσέβαινες, ἀφιλόσοφος ἡ ἀρχὴ καὶ τοὺς πλάστας μέμφομαι. Εἰ δὲ ἠλπίζετο, εἰ μὲν οὐκ ἀπήντησε, τῷ Θεῷ χάρις: εἰ δὲ ἀπήντησεν, ἢ καρτέρει πάσχων ἢ ἴσθι ψευδόμενος τὴν ὑπόσχεσιν.