[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXIV.
[214] ΤΩΙ ΑΥΤΩΙ
Οὐ δόκιμον τὸ ἀπείραστον: τὸ δὲ βασανισθὲν ἐν τοῖς πράγμασι δοκιμώτερον, ὡς ἐν καμίνῳ χρυσός. Εἰ μὲν ἱκανῶς σοι τοῦτο πεφιλοσόφηται, τῷ Θεῷ χάρις, εἰ δὲ οὔπω τελείως, ἐμαυτὸν προτίθημί σοι καὶ τὰ ἐμά: ὑβρίσμεθα, μεμισήμεθα, τί γὰρ οὐ πεπόνθαμεν τῶν δεινῶν, ὅσον ἐπὶ τοῖς βουληθεῖσι; Εἶτα τί; τῶν λυπούντων ἡμᾶς ἀπηλλάγμεθα. Τούτων τί ἂν μεῖζον εὐεργετηθείημεν; Ταῦτ' οὖν ἐννοῶν καὶ αὐτὸς χάριν ὁμολόγει τῷ Θεῷ τῆς ἐπηρείας, εἰ καὶ μὴ τοῖς δράσασιν.