βοήν τε καὶ ἔφοδον, ἀλλ' εὐθὺς ὑποκεχωρηκὸς καὶ διασπαρὲν, δείσαντες μὴ οἱ νενικηκότες ἐπ' ἐκείνους γένοιντο, καὶ τούς γε φυγάδας ῥώσαντες ὅλαις αὐτοῖς ἐπισταῖεν δυνάμεσιν, οὐδὲν ἧττον κἀκεῖνοι ἐτράπη σαν εἰς φυγὴν, καὶ γίνεται καθαρῶς μετὰ τῶν πολεμίων ἡ νίκη, καὶ ὁ τυραννεύσας πεπηγὼς ἐν μέσοις εἱστήκει κρείτ των καὶ τῶν διωκόντων καὶ τῶν φευγόντων· τοῦτον γοῦν ἔνιοι τοῦ καθ' ἡμᾶς στρατοπέδου ἑωρακότες, ἦσαν δὲ τῶν περὶ τὸν Ταῦρον Σκυθῶν τῶν τεττάρων οὐ πλείους, τὰ δόρατα κατευθύναντες ἐπ' αὐτὸν ἐξ ἑκατέρας πλευρᾶς ὤσαντο, καὶ τόν γε σίδηρον τοῖς ἐκείνου ὅπλοις ἐφηρμο κότες διαμαρτάνουσι μὲν αὐτῷ τοῦ σώματος, ἀλλ' οὔτε δὲ ἐπὶ θάτερον παρατρέπουσι μέρος, ἀλλ' ἀντωθήσαντές τε τὸν ἄνδρα ἐς ἶσον αὖθις ἀντικατέστησαν, ἰσοβαρῆ πεποιηκότες καὶ ἐπὶ τοῦ κέντρου τηρήσαντες· τοῦτο δὴ ἐκεῖνος οἰωνὸν λαβὼν αἴσιον, ὡς εἴη ἀκίνητος βαλλόμενος ἑκατέρωθεν, ταῖς δυνάμεσιν εὐθὺς ἐγκελεύει ἐρρωμενέστερον τοῖς τῶν ἐναντίων ἐμπίπτειν σώμασι, καὶ θαρρεῖν τὸν ἀγῶνα, καὶ τὰ μὲν τρέπειν τοὺς ἐναντίους, τὰ δὲ διώκειν ἄχρι πολλοῦ. 7.14 Τούτων γοῦν οὕτω διαπεπολεμημένων, ἀγγελίαι δεινότεραί τε καὶ φοβερώτεραι τὰς ἡμετέρας διέσεισαν ἀκοὰς, καὶ τὸν βασιλέα διαταράξασαι ἀπεγνωκέναι πάσας ἐλπίδας πεπείκασιν· οὐ γὰρ ἦν ἐξ ὑπογύου οὕτω νενικημέ νον τὸ ἑσπέριον ἀνακαλέσασθαι στράτευμα, ἑτέρους δὲ οὐκ εἶχεν ἀκμῆτας καὶ νεολέκτους παρασκευάσασθαι, ὅ τε τῶν δυνάμεων ἄρχων ὁ ἐκτομίας Θεόδωρος, ὃν ἡ βασιλὶς Θεοδώρα πρόεδρον μὲν πρότερον ἐπεποιήκει, εἶτα δὴ τὰ τῆς ἑῴας ἐγκεχειρίκει στρατόπεδα, παντάπασιν αὐτῷ ἀπει ρήκει τὴν στρατηγίαν, οὐ τῷ μὴ θαρρεῖν μᾶλλον τοὺς δευτέ ρους ἀγῶνας ἢ τῷ διεστράφθαι τὴν γνώμην καὶ κρυφίως πρὸς τὸν Κομνηνὸν σπείσασθαι. 7.15τ Περὶ τῆς τῶν πρέσβεων ἀποστολῆς πρὸς τὸν Κομνηνόν. ∆ιαλιπὼν γοῦν ὁ βασιλεὺς ἡμέρας τινὰς, εἶτα δή με πρὸς τὸν Κομνηνὸν σπείσασθαι ἀξιοῖ, διαπρεσβεύσασθαί οἱ ἀπορρήτους γνώμας πρὸς τὸν πολέμιον, καὶ δι' εὐγλωτ τίας καὶ σοφιστικῆς δυνάμεως καταμαλθάξαι τὴν ἐκείνου ψυχὴν πρὸς αὐτὸν μεταθήσεσθαι· ἐμοὶ δὲ τήν γε πρώτην ἀκούσαντι, ὥσπερ ἀτεχνῶς καταβροντηθέντι τὴν ἀκοὴν, ἀπηγόρευτο ἡ ἀξίωσις, καὶ· «Οὐκ ἂν ἑκὼν εἶναι, ἔφην, ὑπ ηρετήσωμαί σοι τοιούτῳ προστάγματι, πολύν τε τὸν κίνδυ νον ἔχοντι καὶ τὸ τέλος οὐκ ἀμφίβολον, ἀλλὰ πάντη μονο μερές· δῆλον γὰρ ὡς οὐ πείσεται, ἄρτι νενικηκὼς καὶ ἐπηρμένος τῷ κατορθώματι, τὸ κράτος ἀφεῖναι καὶ ἄλλο τι τῶν ἐλαττόνων μεταβουλεύσασθαι.» 7.16 Ὁ δ' εὐθὺς ἐπισείσας τὴν κεφαλὴν καὶ πάσης καταγνοὺς φιλίας καὶ οἰκειώσεως· «Σὺ δὲ ἄρα, ἔφησεν, ὅπως μὲν πιθανῶς ἐρεῖς διεσπούδακας, ὅπως δὲ ἂν ἀμύναιο ἀτυχοῦσι φίλοις, καὶ σὺν Θεῷ φάναι δεσπόταις, οὐ συννε νόηκας; ἐγὼ δέ σοι οὐδὲ πρὸς βραχύ τι μετὰ τὸ κράτος παραπεποίημαι, ἀλλὰ μετὰ τοῦ συνήθους ὁμιλῶ σχήματος, κατασπάζομαί τε καὶ συναγκαλίζομαι, ὥσπερ εἴωθα, καί σου τοῦ τῶν χειλέων, ὥσπερ δέον ἐστὶν, ὁσημέραι ἀπογεύο μαι μέλιτος, ᾤμην δὲ τῶν ἴσων ἀνταξιοῦσθαι· σὺ δέ μοι οὐδὲ τοσοῦτον δίδως ὁπόσον ἐπιεικὴς ἄνθρωπος ἐχθρῷ παρέσχετο κινδυνεύοντι· κἀγὼ μὲν τὸν πεπρωμένον οἶμον πορεύσομαι, σοὶ δὲ ἄρα τις ἔσται ἐπεγκαλῶν καὶ προσονει δίζων ὅτι τὴν πρὸς δεσπότην καὶ φίλον φιλίαν διέψευσαι.» 7.17 Τούτων ἀκούσας τῶν λόγων μικροῦ δεῖν αὖος καὶ ἀπόπληκτος γέγονα, καὶ οὐκ εἶχον ὅπως τὴν πρώτην δια φυλάξωμαι ἔνστασιν· ἀθρόον οὖν μεταπλασθείς· «Ἀλλ' ὦ βασιλεῦ, ἔφησα, οὐ τὴν ὑπηρεσίαν διαδιδράσκων, ἀναβάλ λομαι τὸ ἐπίταγμα, ἀλλὰ τὸ πρᾶγμα διευλαβούμενος καὶ τοὺς τῶν πολλῶν ὑποπτεύων φθόνους τὴν πρόσταξιν ὑπερ