τίθεμαι. -Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ θαρρεῖς; -Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσασθαι, καὶ τεθαρ ρηκὼς πρὸς τὰς μελλούσας ἐλπίδας· οὐκ οἴομαι οὖν τοῦτον εὐμενῶς με προσήσεσθαι, οὐδὲ πρὸς τοὺς ἐμοὺς λόγους μετακληθήσεσθαι· σοβαρώτερον οὖν ἴσως ὁμιλήσει, καὶ ἀτιμάσει μου τὴν πρεσβείαν καὶ ἄπρακτον ἀποπέμψεται· οἱ δέ γε πολλοὶ διαβαλοῦσί με, ὡς αὐτὸς τὴν πρὸς σὲ πίστιν προδοὺς, ἐκεῖνον ἐπῆρα ταῖς κρείττοσι τῶν προσδοκιῶν, μήτε τινὰ λόγον ἐκ βασιλέως ἥκοντα, μήτε πρεσβείαν προσ ίεσθαι, ὡς αὐτίκα τοῦ κράτους ἐπιληψόμενον. Ἀλλ' ἤν με βούλῃ, ἔφησα, ὑπηρετηκέναι σου τῷ προστάγματι, καὶ ἕτερόν μοί τινα τῶν ἐκ τῆς πρώτης βουλῆς συμπρόπεμψον, ὅπως ἂν καὶ παρ' ἀμφοτέρων καὶ πρὸς ἀμφοτέρους ὅ τε ἡμέτερος λόγος καὶ ὁ ἐκείνου ἀμοιβαδὸν ἐπὶ δημοσίας γένηται ἀκοῆς.» 7.18 Ἐπῄνεσε τὸν λόγον ὁ βασιλεὺς, καὶ· «Ἑλοῦ, φησὶν, ὃν ἂν βούλῃ τῶν τῆς ἄνω βουλῆς.» Κἀγὼ αἱροῦμαι τὸν κάλλιστόν τε καὶ συνετώτατον, καὶ ὃν μάλιστα ᾔδειν τὴν σὺν ἐμοὶ θαρρήσοντα ἔξοδον· ὡς γοῦν κἀκεῖνος εὐθὺς ἀκούσας προσήκατο καὶ τὴν πρεσβείαν καὶ τὴν κοινωνίαν, κοινῇ συνεληλυθότες καὶ ἀλλήλοις ἀντιδόντες τὰς γνώμας, ἕτερον αὖθις αἱρούμεθα τῆς πρεσβείας ἡμῖν συμμεθέξοντα, τὰ πρῶτα Ῥωμαίων, κορυφαῖον τῆς συγκλήτου βουλῆς, ᾧ ἀνθάμιλλα ὅ τε νοῦς τῇ γλώττῃ καὶ ἡ γλῶττα τῷ νῷ, ὃς δὴ τὰ πρῶτα τὸν αὐτοκράτορα Μονομάχον λεοντοκομήσας, ὕστερον καὶ τὴν πατριαρχικὴν λειτουργίαν ἐκόσμησε, καὶ θῦμα τῷ Λόγῳ γεγονὼς, αὖθις ἐκεῖνον τῷ Πατρὶ ἱερούρ γησεν. 7.19 Ὡς γοῦν καὶ οὗτος φιλορώμαιός τις ὡς ἀληθῶς ὢν τὸν λόγον οὐχ ὑπερέθετο, ἀλλὰ μέρος τὸ κάλλιστον ἡμῶν γίνεται, ἐπιστολὰς πρὸς ἐκεῖνον ἐκ βασιλέως δεξά μενοι, μᾶλλον δὲ ἡμεῖς ταύτας διασκεψάμενοι καὶ ὅσον εἰκὸς οἰκονομήσαντες, ἵν' ὁμοῦ καὶ στεφανηφοροίη τῷ τοῦ καίσαρος σχήματι καὶ τῷ βασιλεῖ ὑποτάττοιτο, τὴν πρὸς ἐκεῖνον τεθαρρήκαμεν ἔξοδον, καὶ τὸν πρῶτον ἐκ Πόλεως διεληλυθότες σταθμὸν, γνωρίζομεν ἐκείνῳ τὴν ἡμετέραν ἄφιξιν, καὶ διαβεβαιούμεθα ὡς οὐκ ἂν ἄλλως εἰς ὁμιλίαν ἐκείνῳ γενοίμεθα, εἰ μὴ πρότερον ὅρκους ἡμῖν ἀπορρήτους δοίη, ὡς οὔτε κατάσχοι τὴν πρεσβείαν τελέσαντας, οὔτ' ἄλλο τι δεινὸν ἐπενέγκοι, ἀλλὰ τὰ εἰκότα τιμήσας συγχωρήσειε τὴν ἐπάνοδον. 7.20 Ὡς δὲ ἐκεῖνος πάντα ἐδεδώκει καὶ πλείονα τῶν ἐζητημένων προσέθετο, ταῖς τριήρεσιν εὐθὺς ἀναπλεύσαν τες ἀγχίθυροι ἐγενόμεθα οὗ δὴ ἐκεῖνος ἐναυλισάμενος ἔτυχεν· ἀσπασμοὶ γοῦν εὐθὺς, πρὶν ἐκείνῳ εἰς ὁμιλίαν ἐλθεῖν, καὶ φιλοφροσύναι ἡμᾶς ὑποδέχονται, ἄλλων ἐπ' ἄλλοις ἀφικνουμένων τῶν πρώτων τῆς στρατιᾶς καὶ τοῖς ἡδίστοις ἀνακαλούντων ὀνόμασι, κατασπαζομένων τε κεφα λὴν καὶ χεῖρας ἡμῶν καὶ δάκρυα σπενδόντων, ὅτι ἐμφυλίου αἵματος καὶ συγγενικοῦ ἅγους κατακορεῖς γεγονότες ἀνα δεσμοῦνται ταινίαις τὰς κεφαλάς· εἶτα δὴ ἐν μέσοις λαβόν τες ἡμᾶς πρὸς τὴν αὔλειον τοῦ κρατοῦντος ἀπήγαγον, οὕτω γὰρ ἔτυχεν ἐσκηνωμένος εἰς ὕπαιθρον· ἔνθα δὴ τῶν ἵππων αὐτοὶ καταβάντες καὶ ἡμᾶς ἀποβιβάσαντες αὐτοῦ περιμέ νειν παρεκελεύσαντο, εἶτα δὴ μόνοις ἡμῖν ἐδόθη ἡ εἴσοδος· ἔδυ γὰρ ἤδη ὁ ἥλιος καὶ οὐκ ἦν ἐκείνῳ βουλομένῳ πολλοὺς ἐπὶ τῆς βασιλείου συλλεγῆναι σκηνῆς. 7.21 Ἀσπάζεται γοῦν εἰσιόντας ἡμᾶς, ἐκάθητο δὲ ἐπὶ θώκου τινὸς ὑψηλοῦ, βραχείας τινὸς περὶ αὐτὸν οὔσης δορυ φορίας· ἐσκεύαστο δὲ οὐ τοσοῦτον βασιλικώτερον, ὅσον στρατηγικώτερον· ὑπεξανέστη γοῦν ἡμῖν βραχύ τι, εἶτα δὴ καθίσαι προτρέψας, ἠρώτησε μὲν οὐδὲν περὶ ὧν ἀφικόμεθα, βραχεὶς δέ τινας κινήσας λόγους ὁπόσοι αὐτῷ τὴν στρατιὰν ἀναγκαίαν ἐδείκνυσαν, εἶτα δὴ καὶ κρατῆρος κοινωνήσας