[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXVIII.
[218] ΤΩΙ ΑΥΤΩΙ
Ἐμοὶ φίλος μέν ἐστιν, ὁμολογῶ, καὶ εἴη ὁ καλός τε καὶ ἀγαθὸς Σακερδὼς ὁ συμπρεσβύτερος, καὶ ταύτῃ μᾶλλον ὅτι σου περιέχεται. Οὐδὲ γὰρ ἐν οἷς ᾐτιᾶτο τὸ φίλτρον ἀπέλειπεν, ἀλλ' ἀδελφικὴν μᾶλλον ἐποιεῖτο μέμψιν ἢ κατηγορίαν φιλαπεχθήμονα. Οὐ μέντοι τοσοῦτον ἀμαθῶς ἔχω καὶ προπετῶς, ὥστε δίκην δικάζειν πρὶν ἀμφοτέρων ἀκοῦσαι (μὴ τοῦθ' ὑπολάβῃς), ὅς γε καὶ δι' αὐτῆς τῆς ἐπιστολῆς, ἧς κατέγνωκας ὡς θρασείας (εἰ μὴ παρέργως ταύτην ἀνέγνως), οὐ τοσοῦτόν σου καθηψάμην ὅσον τῶν ἀναπτόντων ὑμᾶς καὶ παρακερδαινόντων ἐκ τῆς ὑμετέρας μικροψυχίας ἰδίαν ἀπόλαυσιν. Τί οὖν ἐστιν ὃ πέπονθα; Γνοίης ἂν οὕτως. Οἱ πωλοδάμναι τοὺς πώλους γυμνάζουσι πρὸς τὰ χρώματα καὶ τοὺς ψόφους, καὶ τῶν χωρίων τὰ πρανῆ τε καὶ τὰ ὕπτια, οὐχ ἵνα πτοήσωσιν, ἀλλ' ἵνα μὴ πτοεῖσθαι διδάξωσι: τοῦτο κἀγὼ διανοηθείς, τραχυτέραν πως καὶ τὴν ἐπιστολὴν ἐποιησάμην. Πολλὰ γὰρ τὰ φιλοσοφίας γυμνάσματα: καὶ τῷ Θεῷ χάρις, ὅτι σε μὴ ἀφιλόσοφον εὗρον μηδὲ τῆς ὕλης, ἀλλ' ἥμερον ἱκανῶς καὶ τῆς ἡμετέρας αὐλῆς, ὑφ' ἧς καὶ γράφεις ἐπιεικῶς καὶ τὴν συντυχίαν ποθεῖς. Εἰ μὲν οὖν καὶ ταύτην ἡμῖν χαρίζοιο, κρεῖττον ποιεῖς καί σε δεξόμεθα, εὖ ἴσθι, πατρικοῖς ὄμμασιν: εἰ δ' ἄρα τι ὁ χειμὼν ἐμποδίζει, τῇ παραινέσει τέως σε δεξιούμεθα. Μηδὲν προτιμήσῃς ἔτι καὶ νῦν τῆς πρὸς τὸν ἀδελφὸν Σακερδῶτα φιλίας καὶ ὁμονοίας (ἐμοὶ πείσθητι), μηδ' ἄλλο τι νομίσῃς ἢ πεῖραν εἶναι τοῦ πονηροῦ τὸ γενόμενον τῇ σῇ φιλοσοφίᾳ βασκαίνοντος. Ἀλλὰ πρὸς τὴν πρώτην πεῖραν ἀγώνισαι γενναίως καὶ ἀνδρικῶς, ἵνα μὴ δευτέραν ποιήσηται καὶ τρίτην πάλην καὶ ἄλλας ἑξῆς, ἀλλ' ἡττημένος ἀπέλθῃ καὶ ᾐσχυμμένος. Ἴσμεν γὰρ αὐτοῦ τὰ παλαίσματα, τῷ μακρῷ χρόνῳ τοῦτο μαθόντες, καὶ τοῖς πρὸς αὐτὸν ἀγωνίσμασι.