[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXIX.
[219] ΕΛΛΑΔΙΩΙ
Οὓς ποιήσομαι πρὸς σὲ λόγους ὑπ' εὐνοίας ποιήσομαι, ὥστε δίκαιος ἂν εἴην μάλιστα μὲν ἀκουσθῆναι παρακαλῶν: εἰ δ' οὖν, ἀλλὰ συγγνωσθῆναι τῆς παραινέσεως. Οὐ πολλοὶ τὴν πρᾶξιν ὑμῶν ἀποδέχονται, τὴν περὶ τὸν τιμιώτατον ἡμῶν ἀδελφὸν καὶ συμπρεσβύτερον Σακερδῶτα, ὡς ἐκ διαβολῆς τινων μᾶλλον ἢ κρίσεως οἰκείας γεγενημένην, οἳ τὴν μὲν ἀκολουθίαν τῶν πραγμάτων τυχὸν ἀγνοοῦσι, τὸ δὲ τέλος αὐτὸ καθ' αὑτὸ θεωροῦντες οὐκ ἐπαινοῦσι. Ταῦτα μὲν οὖν αὐτὸς ἂν εἰδείης. Οὐ γὰρ ἡμῶν τὰ σὰ πολυπραγμονεῖν, ὃς καὶ τοῖς ἄλλοις τὰ πρακτέα νομοθετεῖς. Ἡμεῖς δὲ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, τὸ μὲν πρῶτον συγχωρῆσαι τῷ ἀνδρὶ πᾶσαν τὴν ἐπιμέλειαν ὧν ἐφρόντιζεν: οὐδὲ γὰρ οὕτω ῥᾴδιόν τινι φιλοσοφῆσαι, κἂν ὁ καρτερικώτατος ᾖ καὶ φιλοσοφώτατος, ὥστε πόνων τοσούτων καὶ συνηθείας τοσαύτης ἀποστερούμενον φέρειν. Εἰ δὲ μή, τό γε δεύτερον, τὴν μὲν τῶν πτωχῶν ἐπιμέλειαν, ὡς βούλει, διαθέσθαι δι' ὧν ἂν αὐτὸς δοκιμάσῃς, τὴν δὲ τῆς μονῆς φροντίδα καὶ τῶν ἀδελφῶν ἐπ' αὐτῷ ποιήσασθαι: καὶ μὴ λυπῆσαι μὲν αὐτὸν τῇ καινοτομίᾳ, λυπῆσαι δὲ πλέον ἐκείνους τῆς συνηθείας ἀντεχομένους καὶ ὥσπερ σώματος ἑνὸς διασπασμὸν μελῶν οὐ φέροντας. Τοῦτο γὰρ καὶ πρὸς ἡμᾶς ἐλθόντες τινὲς αὐτῶν ἀπωδύραντο. Εἰ μὲν οὖν τί σοι καὶ ἀφ' ἑαυτοῦ ὁ ἀνὴρ αἰδέσιμον ἔχειν φαίνεται, ὥσπερ οὖν ἄξιον, αὐτὸν δι' αὐτὸν αἰδέσθητι, καὶ τὴν πολιάν, καὶ τοὺς καμάτους, τούς τε ἄλλους οὓς κατὰ Θεὸν ὑπέστη πρεσβυτέραν τῆς ἡλικίας τὴν εὐλάβειαν ἐπιδεικνύμενος, καὶ τοὺς ἐπὶ τῇ πτωχοτροφίᾳ καὶ προστασίᾳ τῶν ἀδελφῶν. Εἰ δὲ τοῦτο μικρόν σοι δοκεῖ, ἀλλ' ἡμᾶς γε καὶ τὴν ἡμετέραν πρεσβείαν πάντως μὴ ἀτιμάσῃς: καὶ πρὸ πάντων τῶν ἄλλων ἄνες αὐτῷ τὴν ὀργὴν καὶ τὴν λύπην, ναὶ παρακαλῶ, καὶ ὡς πατὴρ τέκνον οἰκείωσαι: εἴ τι καὶ λελύπηκεν, ὅπερ οὐκ οἴομαι, τοῦτο ἡμῖν συγχωρήσας, καὶ μηδὲν ἀνάξιον μὲν αὐτοῦ, ἀνάξιον δὲ τῆς σῆς ἡμερότητος ἢ εἰπὼν ἢ γράψας περὶ αὐτοῦ: εἰ δέ τι καὶ γέγραπται, λύσας. Μηδὲ τὴν λύπην δημοσιεύσῃς, ἣν κρύπτεσθαι βέλτιον ἢ γνωρίζειν τοῖς ἔξωθεν, ὡς ἂν τά τε ἄλλα καὶ αὐτὸν μακροθυμεῖν διδάξῃς τῷ ὑποδείγματι.