φοβεροὶ καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, ἄμφω μὲν γλαυ κιῶντες, ἀλλ' οἱ μὲν τὸ χρῶμα ὑπονοθεύοντες, καὶ κατακε νοῦντες τοὺς τῶν βλεφάρων ταρσοὺς, οἱ δὲ φυλάττοντες γνήσιον, οἱ μὲν ἔμπληκτοι ταῖς ὁρμαῖς, εὐκίνητοί τε καὶ ὁρμητίαι, οἱ δὲ μανικοὶ καὶ ἐπίχολοι, κἀκεῖνοι μὲν ἀν υπόστατοι τὴν πρώτην ἔφοδον ὁρμῆς, ταχὺ δὲ τοῦ ὀξέος πιμπλάμενοι, οἱ δὲ ἧττον μὲν ἐφορμῶντες, ἀφειδεῖς δὲ τῶν αἱμάτων, καὶ τῶν κρεϋλλίων καταφρονοῦντες. Οὗτοι γὰρ οὖν τὸν κύκλον τῆς ἀσπίδος ἐπλήρουν, ἐπιμήκη τε δόρατα φέροντες καὶ ἀξίνας ἑτεροστόμους· ἀλλ' ἐκείνας μὲν τοῖς ὤμοις ὑπήρειδον, τοὺς δὲ τῶν δοράτων ἑκατέρωθεν ἐπεκτεί νοντες στύρακας, τὸ μεταίχμιον, ἵν' οὕτως εἴπω, περιωρό φουν. 7.25 Καὶ οὗτοι μὲν οὕτως· ἡμῖν δὲ τῆς εἰσόδου τὸ σύνθημα ὁ βασιλεὺς ἐδεδώκει, τῇ χειρὶ καλέσας καὶ βραχύ τι τὴν κεφαλὴν ἐπινεύσας ὅσον ἡμᾶς παρεγκλῖναι εἰς τὰ εὐώνυμα· τὸ τοίνυν μέσον τοῦ τε πρώτου καὶ δευτέρου κύκλου διαβαδίσαντες, ἐπειδὴ πλησιέστατα τοῦ βασιλεύον τος ἐγεγόνειμεν, περὶ ὧν φθάσας ἠρωτήκει αὖθις ἐπύθετο· καὶ ἐπειδὴ ἱκανῶς εἶχε τῶν ἀποκρίσεων· «Ἀλλ' εἷς ἐξ ὑμῶν, γεγωνοτέρᾳ ἔφησε τῇ φωνῇ, ἐπαναστρέψας καὶ ἐπὶ μέσον τουτωνὶ στὰς (δείξας τοὺς ἑκατέρωθεν ἑστηκότας), τό τε γράμμα τοῦ ἀπεσταλκότος ὑμᾶς ἐγχειρισάτω μοι καὶ τοὺς λόγους εἰπάτω οὓς παρ' ἐκείνου λαβόντες ἀφίκεσθε ὡς ἡμᾶς.» 7.26 Ἕκαστος οὖν ἡμῶν ὑπεχώρει θατέρῳ τῆς δια λέξεως καὶ πρὸς ἀλλήλους περὶ τούτου διεκρινόμεθα. Ἐπεὶ δέ με κατεβιάσαντο ἄμφω, ἐμοὶ τὴν παρρησίαν τῶν λόγων εἰρηκότες ἁρμόζειν, ὅτι κατ' ἄμφω φιλοσοφοίην, ἐπαγγειλά μενοί τε ἐπικουρήσειν εἴ πή μοι ὁ λόγος περιτραπείη, πηδήσασαν εὐθὺς τὴν καρδίαν καταστήσας ἠρέμα, εἰς μέσους τε γίγνομαι, καὶ ἐμαυτὸν συστείλας, εἶτα δὴ τὸ γράμμα ἐπιδοὺς καὶ τὸ σύνθημα τοῦ λέγειν λαβὼν, τῆς δια λέξεως ἄρχομαι. Εἰ μὲν οὖν μὴ ὁ τηνικαῦτα θόρυβος ἐξ έπληξέ με διαλεγόμενον καὶ πολλάκις ἀπέκοψε τὴν φωνὴν, κἀντεῦθεν ἐπιλήσμονα τῆς μακρᾶς ἐκείνης δημηγορίας ἐποιήσατο, τάχα ἂν αὐτὰς ἀπεμνημόνευσα τὰς φωνὰς, συλλέγων τε καὶ συνείρων εἴ τι κατὰ περιόδους εἰρήκειν, ἢ πνεύμασιν ἀπεμήκυνα τὰ νοήματα· ἔλαθον γὰρ αὐτοὺς ἰδιω τικῶς φθεγγόμενος ὁμοῦ καὶ σοφῶς· ζηλώσας γὰρ ἐκεῖσε τὴν Λυσιακὴν τῶν ὀνομάτων κοινότητα, τὴν συνήθη λέξιν καὶ ἀφελῆ τεχνικωτάτοις νοήμασιν κατεκόσμησα· ἐπιμνησθήσο μαι γοῦν τῶν κεφαλαίων τοῦ διαλόγου ὁπόσον μὴ ἐπιλέλησμαι. 7.27 Ἐδείνωσα γοῦν εὐθὺς τὸ προοίμιον, οὐκ ἀσο φῶς εἰρηκὼς, ἀλλὰ τεχνικῶς· οὐδὲν γὰρ αὐτοὺς τὴν πρώτην αἰτιασάμενος, ἀπὸ τοῦ καίσαρος ἠρξάμην, καὶ τῆς κοινῆς εὐφημίας, καὶ χάριτας αὐτοῖς ἄλλας κατέλεξα καὶ τιμὰς μείζονας παρὰ τοῦ κρατοῦντος κεχαρισμένας· οἱ μὲν οὖν περιεστηκότες ἡμᾶς ἡσύχασαν, καὶ τό τε προοίμιον εὐμε νῶς ὑπεδέξαντο, τὸ δὲ κατόπιν πλῆθος ἐπεβόησαν ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἄλλως τὸν προεστηκότα ἰδεῖν ἢ ἐν βασι λείῳ τῷ σχήματι· οὐ τοῦτο ἴσως οἱ πλείους βουλόμενοι, ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι καὶ μεθαρμοσθέντες πρὸς τὸν καιρόν· κατῄδησαν γοῦν καὶ τὰς ἠρεμούσας μερίδας, καὶ συμφωνεῖν ἐκείνοις ἠνάγκασαν, ὁ <δὲ> βασιλεὺς δεδιὼς ἴσως μὴ ἄλλο τι φανείη παρὰ τὸ πλῆθος βουλόμενος, τὰς αὐτὰς ἠφίει φωνάς. 7.28 Ἐγὼ δὲ μηδέν τι παρατραπεὶς, ἤδη γὰρ ἐμαυτὸν τοῖς σταθηροτέροις λογισμοῖς ἥδρασα, καὶ ὁποῖος τὸ ἦθος μὴ ἀποδειλιῶν ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς, τὴν φωνὴν ἐγκόψας ἡσυχάζων εἱστήκειν, ἀναμένων ὁπότε τὸ πλῆθος ἐφησυχάσειεν. Ἐπεὶ δὲ πλεῖστα κεκραγότες ἠρέ μησαν, αὖθις τὰς αὐτὰς φωνὰς ἐπαναλαβὼν τοὺς ἀγωνιστι κωτέρους τῶν λόγων ἠρέμα ἠρξάμην παραγυμνοῦν, οὔπω ἐκείνων καταμεμφόμενος· κλίμακος γοῦν ἐμεμνήμην καὶ ἀναβάσεως, καὶ τὸν ὑπερβάθμιον πόδα κατῃτιώμην,