[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXI.
[221] ΟΜΟΦΡΟΝΙΩΙ
Ἐπὶ τὴν σύνοδον ἡμᾶς καλεῖς: ἐγὼ δὲ ηὐχόμην οὕτως ἔχειν τοῦ σώματος ὥστε παρεῖναι ὑμῖν καὶ αὐτόκλητος, ἵν' ἴδω τὸν ἱερὸν οἶκον ὑμῶν, τὸ Χριστοῦ καταγώγιον, τὴν τῶν ἁγίων κλάδων ῥίζαν, τὴν ὡς ἀληθῶς « μητέρα τέκνων εὐφραινομένην » τε καὶ εὐφραινομένων. Οἶδα τοῦτο καὶ πέπεισμαι ἐν Κυρίῳ καὶ διὰ τοῦτο λέγω θαρρῶν: καὶ εἴ τι λυπηρὸν νῦν ὑμῖν ἀπήντηκεν, οὐ « μὴ ἀποσβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ », κἂν ταῖς αὔραις τοῦ πονηροῦ ῥιπίζηται, οὐδὲ ἡ τοῦ Θεοῦ χρηστότης ἐπὶ πλεῖον κρυφθήσεται, ἣν « κρύπτει τοῖς φοβουμένοις αὐτὸν » λόγοις ἀρρήτοις οἰκονομίας, ἀλλ' ἐνδοξασθήσεται μᾶλλον καὶ θαυμασθήσεται διὰ τῆς ὑμετέρας ὑπομονῆς καὶ « τῆς μὴ καταισχυνούσης ἐλπίδος ». Τοῦτο δὲ παραίνει καὶ τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Σακερδῶτι, μηδὲν ἀθυμεῖν μηδ' ἀνάξιον ἑαυτοῦ τι πάσχειν, ἀλλ' οὕτω τὸν καιρὸν διαθέσθαι ὡς φιλοσοφίας ὕλην τὰ λυπηρὰ λαβεῖν. Ἔτι θεραπευσάτω τὸν τιμιώτατον ἡμῶν ἐπίσκοπον: ἔτι ῥωννύτω τοὺς ἀδελφούς, ἵνα μάλιστα μὲν μὴ καταλυθῇ τὸ ἔργον ἡμῶν ὃ προεθέμεθα ἐν Κυρίῳ, τοσοῦτόν τε ὂν καὶ οὕτω περιβόητον. Εἰ δὲ μή, τὸ γοῦν ἐπιεικὲς δείξομεν καὶ τὸν φθόνον νικήσομεν, ὡς μηδεμίαν δεδωκότες καθ' ἑαυτῶν λαβὴν « τοῖς » πονηροῖς « ματαίως ἡμῖν ἐχθραίνουσιν ».