ἐπῄνουν τε τὸ κατὰ λόγον ἐπὶ τὴν βασίλειον ἀρχὴν προχωρεῖν, καὶ ὡς τοιοῦτον ἡ τάξις· πρᾶξις, εἶτα δὴ θεωρία, καὶ ὁ πρακ τικὸς πρότερον, εἶθ' ὁ θεωρητικὸς, καὶ τῶν βασιλευσάντων οἱ πλείους τε καὶ καλλίους ἐκ τῆς τοῦ καίσαρος τάξεως εἰς τὴν βασιλείαν ἀνήχθησαν. 7.29 Ὡς δέ μοι ἔνιοι πρὸς τὸν λόγον ἀπήντησαν, ὡς ἰδιωτικὴ ἡ ἀνάβασις αὕτη, οὗτος δὲ ἤδη βασιλεύειν εἰλήχει· «Ἀλλ' οὔπω βεβασίλευκε, ἀπεκρινάμην εὐθὺς, εἰ δὲ μὴ πάνυ φορτικοὶ τὰς ἀντιθέσεις ἐστὲ, οὐδ' ἐπαινούμενον ὄνομα τῷ καθ' ὑμᾶς προσήρμοσται σχήματι·» ἐδεδίειν γὰρ ὀνομαστὶ εἰρηκέναι τὴν τυραννίδα· εἶτα δὴ ὑπολαβών· Ἀποβαλεῖς δὲ, εἰρήκειν, καὶ τὴν προσηγορίαν, καὶ βασι λεύσεις ἐπὶ κρείττονι σχήματι.» Ἐπεὶ δὲ καὶ τὴν ἐπαγγελ θεῖσαν υἱοθεσίαν παρὰ τοῦ κρατοῦντος ἐπήνεγκα· «Ἀλλὰ πῶς, ἔφασαν, βασιλέως υἱὸς τοῦ κράτους ἀποστερήσεται; - Ναὶ, φημὶ, οὕτω γάρ τε οἱ κρείττους τῶν βασιλέων καὶ περὶ τοὺς γνησίους τῶν παίδων πεπράχασι.» Καὶ αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρα τόρων καίσαρας τὴν πρώτην τοὺς υἱοὺς τετιμηκότων, εἶτα δὴ εἰς τὴν βασίλειον ἀναγαγόντων περιωπὴν, καὶ τὸν λόγον οὕτω συναγαγὼν ἐνθυμηματικώτερον ἐποιούμην τὴν σύγ κρισιν· «Κἀκεῖνοι μὲν τοὺς ἐκ τῶν σπλάγχνων οὕτως δι έθεσαν, οὗτος δὲ εἰσποίητος·» καὶ τὸ ἐπώνυμον τῷ λόγῳ ἀφεὶς ἀπεκρέμασα τὴν περίοδον. 7.30 Οἱ δ' ἐγνώκεισαν, καὶ πολλὰς αἰτίας τῆς συγκι νήσεως, οὕτω γὰρ εὐφήμως εἰρήκασι, διηρίθμησαν· κἀγὼ μὴ εὐθὺς πρὸς τοὺς λόγους ἐνστὰς, ἀλλ' οἷον συντιθέμενος ἐκείνοις καὶ ἐπαυξάνων τούτοις τὰς συμφοράς· «Οἶδα γὰρ ταῦτα, εἰρήκειν, καὶ πολλάκις ἐπὶ τούτοις διεσπάραγμαι τὴν καρδίαν, καὶ δικαία, ἔφησα, ὑμῖν ἡ ὀργὴ καὶ τὸ ἀθυμεῖν ἐφ' οἷς ἐπεπόνθειτε.» Οὕτω γοῦν αὐτοῖς διομαλίσας τὰς γνώμας, εὐθὺς πλαγίως ἐπέσεισα, δεινὰ μὲν ἐκεῖνα φήσας, οὐ μὴν ἀποχρῶντα πρὸς τυραννίδα, ἀλλ' οὐδ' ἄλλο τι τῶν πάντων ἀπολογίαν ἔχει πρὸς τοῦτο· «Εἰ δὲ βασιλεύων αὐτὸς, προσεθέμην πρὸς τὸν κρατοῦντα μεταβιβάσας τὸν λόγον, ἐπιχολώτατος γένοιο, κἂν ἢν βουληθῶμεν τὸν πρῶτον εἶναι τοῦτον τῆς συγκλητικῆς ἢ στρατιωτικῆς τάξεως, εἶτα δὴ ἐκεῖνος συνωμότας προσειληφὼς καὶ τῆς κακονοίας συλλήπτορας, ἐπιβουλήν τινα κατὰ τοῦ σοῦ κράτους δραμα τουργήσειεν, ἀντιτιθεὶς ὁπόσα πεπόνθει καὶ ὅπως ἠτί μαστο, ἆρα ἂν αὐτάρκης πρὸς τὴν ἐπιβουλὴν ἡ ἀντίθεσις δόξῃ σοι;» Ὡς δὲ ἀπέφησεν· «Σὺ δὲ, ἔφην, οὐδὲ ἠτίμασο, εἰ μὴ ὅσον ἀποτετυχήκοις ὧν προβεβούλησαι· ἃ δὲ φὴς δεινὰ πεπονθέναι ἑτέρους ἔχει τοὺς αἰτίους, ἀλλ' οὐ τὸν νῦν βασιλεύοντα.» Ἐπεὶ δὲ ἐπεστόμιστο, ἐδίδου γὰρ οὐ το σοῦτον τῷ πιθανῶς λέγειν, ἀλλὰ τῶν ἀληθεστέρων λόγων ἀκούειν· «Μετάλλαξαι οὖν, προσεθέμην, τὸ σχῆμα, καὶ γενοῦ τῆς κρείττονος γνώμης, καὶ γηροκόμησον τὸν πατέρα, ἵνα ἐννόμως τοῦ σκήπτρου κληρονομήσῃς.» 7.31 Ἐπεὶ δὲ ἐπεπείκειν λέγων, πολλὰ δὲ προσειρή κειν ἕτερα, αἴρεται κατόπιν φωνὴ, ἣν οὐδέπω τῶν ὤτων ἀπεσεισάμην· ἡ δὲ φωνὴ συμμιγὴς, ἄλλων ἄλλο τι προστρι βόντων ἐμοὶ, οἱ μὲν ῥητορείαν ἀνίκητον, οἱ δὲ λόγου δύνα μιν, οἱ δὲ ἐνθυμημάτων ἰσχύν· κἀγὼ μὲν πρὸς οὐδένα τούτων τοῖς λόγοις ἀπήντησα· ὁ δέ γε βασιλεὺς τῇ χειρὶ τούτους κατασιγάσας· «Ἀλλ' οὐδέν τι ὁ ἀνὴρ, ἔφησεν, εἰρήκει, οὔτε οἷον γοητείαν ἐμφαῖνον, οὔτε κατεπᾷδον ἡμῶν· ἑπόμενος δὲ τοῖς πράγμασιν, ἀφελεῖ ταῦτα φωνῇ διηγήσατο· οὐ χρὴ οὖν τὸν σύλλογον θορυβεῖν, οὐδὲ συγχεῖν τὸν διάλογον.» Ὁ μὲν οὕτως, τῶν δὲ περὶ αὐτὸν ἔνιοι δια σεῖσαί μοι βουλόμενοι τὴν ψυχήν· «Ἀλλ' ὦ βασιλεῦ, ἔφα σαν, σὺ δὲ ἀπολούμενον αὐτίκα σῶσον τὸν ῥήτορα, ἐσπά σαντο γὰρ οἱ πλείους ἐπ' αὐτὸν τὸ ξίφος καὶ ἐξιόντα διασπαράξουσιν.» Ἐμειδίασα τοῦτον ἀκούσας τὸν λόγον, καὶ· «Εἰ βασιλείαν, ἔφην, διακομίσας ὑμῖν, δυναστείαν τε ὁπόσην παραλαβόντες