κατάρρυτος ενθα καὶ ενθα. Ναὶ μὴν, φησὶ, καὶ οἱ λειμῶνες ἐκεῖ ἀεὶ κομῶσι πετάλοις· αλλοθι μὲν γὰρ κέγχρος αυξεται, αλλοθι δὲ υλαι θάλλουσιν ̓Ερυθραίου καλάμου, τοῦ ἀρωματικοῦ δηλαδὴ, ̓Ερυθραίου λεγομένου διὰ τὸ τὴν ̓Ινδίαν εως καὶ εἰς τὸν ̓Ερυθραῖον παρήκειν ὠκεανόν· οπερ δῆλόν ἐστι καὶ ἐκ τοῦ τὴν Γαγγῖτιν χώραν κατὰ τὸν ∆ιονύσιον περὶ τὰ τέρματα ελκεσθαι τῆς Κωλιάδος γῆς, ητοι τῆς Ταπροβάνης, οπου τὰ μέγιστα κήτη, απερ αὐτὸς ̓Ερυθραίου πόντου ειπε βοτά. Καὶ ουτω μὲν ὁ ∆ιονύσιος. Ετεροι δὲ καὶ πολυφάρμακον τὴν ̓Ινδικὴν ἱστοροῦσι καὶ πολύρριζον καὶ πολυχρώματον καὶ δίκαρπον καὶ διφόρον, καὶ τοὺς ἐκεῖσε ανδρας εὐμεγέθεις καὶ πενταπήχεις τοὺς πολλοὺς η ὀλίγον ἀποδέοντας· ων καὶ ὁ βασιλεὺς Πῶρος ὑπὲρ πεντάπηχυν ἱστόρηται. Καὶ φιλῳδοὶ δὲ οἱ ̓Ινδοὶ λέγονται, καὶ φιλορχήμονες ἀπὸ ∆ιονύσου. ̓Ελεύθεροι δὲ πάντες ̓Ινδῶν, καὶ ουτις δοῦλος ̓Ινδός. Εἰσὶ δὲ καὶ μελάντεροι τῶν αλλων ἀνθρώπων, πλὴν Αἰθιόπων, καὶ τὰ ἐς πόλεμον γενναιότατοι. Φασὶ δὲ καὶ Σηρικὰ παρ' ̓Ινδοῖς γίνεσθαι εκ τινων φλοιῶν ξαινομένης βύσσου. ̓Επανθεῖν δὲ καὶ δένδροις ἀγρίοις ὡς εριον καλλονῇ καὶ ἀρετῇ προφέρον τοῦ ἐκ τῶν προβάτων, ἐξ ου, φασὶ, καὶ εὐήτριοι σινδόνες ὑφαίνονται, τουτέστιν ευμιτοι, ὡς καὶ ἐν ̓Ιλιάδι γέγραπται, οπου ἐπήτριμοι ἐλέγοντο οἱ συχνοί. Λέγεται δὲ καὶ οτι ἰχθυοφαγοῦσι πολλοὶ τῶν ̓Ινδῶν ὠμοὺς ἰχθύας σιτούμενοι, καὶ οτι τὰ ἑῷα τῆς ̓Ινδίας ἐρημία ἐστὶ διὰ τὴν ψάμμον, καὶ οτι οἱ ̓Ιχθυοφάγοι πλοῖα ποιοῦνται καλάμινα, καὶ οτι εν γόνυ καλάμου πλοῖον ἀπαρτίζει, ως φησιν ̔Ηρόδοτος. Περὶ δὲ τοῦ ἀνωτέρω ῥηθέντος καλάμου φασὶ τοιαῦτα οἱ παλαιοί· ῥίζαι καλάμων μεγάλων γλυκεῖαι καὶ τῇ φύσει καὶ τῇ ἑψήσει. Καὶ πάλιν· κάλαμοι ποιοῦσαι μέλι, μελισσῶν μὴ οὐσῶν· τοὺς δὲ φαγόντας ὠμοῦ τούτου μεθύειν. Καὶ αλλως δὲ κάλαμοι ἁπλῶς ετεροι παράσημοι ἐν ̓Ινδίᾳ, ὡς ἐρρέθη, καθὰ καὶ παρὰ τοῖς ἑσπερίοις Αἰθίοψιν, ων καλάμων εκαστον γόνυ χωρεῖν λέγεται χοίνικας τρεῖς. Λέγεται δὲ νόμον αριστον ειναι παρ' ̓Ινδοῖς, τὸν εὑρόντα τι ὀλέθριον ἀνάγκην εχειν ἐξευρίσκειν καὶ ακος τοῦ κακοῦ. 1118 Οτι τοὺς χειμάρρους καὶ ουτος ἀναύρους λέγει, διὰ τὸ μὴ ὁμοίως τοῖς ἀεννάοις αυρας ἀποτελεῖν. 1134 Οτι τὸ σχῆμα τῆς ̓Ινδικῆς, ὡς καὶ ὁ Γεωγράφος φησὶ, τέσσαρσιν ηρμοσται πλευραῖς λοξαῖς πάσαις, ῥόμβον ἀποτελούσαις. Ων ἑσπερία μὲν ἡ πρὸς τῷ ̓Ινδῷ ποταμῷ, νοτία δὲ ἡ πρὸς τὴν ̓Ερυθρὰν νεύουσα, ὁ δὲ Γάγγης ἑῴα, εἰς δὲ πόλον αρκτων ὁ Καύκασος, ηγουν κατὰ τὸν Γεωγράφον τὰ τοῦ Ταύρου εσχατα. Καὶ σημείωσαι οτι κατὰ τὸν ∆ιονύσιον καὶ ̓Ινδικός ἐστι Καύκασος, ὡς καὶ ἀνόπιν ειρηται. Τὸ δὲ πόλον αρκτων τὸν ἀρκτῶον δηλοῖ τόπον τοῦ οὐρανοῦ, ὡς ηδη προγέγραπται. Οτι δὲ ὁ Γάγγης καὶ ὁ ̓Ινδὸς μέγιστοι ποταμῶν, καὶ αὐτὸ προείρηται. Σημείωσαι δὲ οτι ἐνταῦθα μὲν γεωμετρικὸν τετράγωνον σχῆμα ὁ ῥόμβος τὰς διαμέτρους οὐ κατὰ χιασμὸν ἀγομένας εχων, ἀλλὰ κατὰ ὀρθόν πως ἀλλήλας διχαζούσας. Μάλιστα δὲ, ὡς ὁ Γεωγράφος φησὶ, ῥόμβος ἐστὶ τετράγωνον σεσαλευμένον, οὐκ ὀρθογώνιον, ἀλλὰ τὰς μὲν δύο εχον ὀξείας, τὰς δὲ λοιπὰς ἀμβλείας τὰς ἀπεναντίας ἀλλήλαις, ὡς ἐν τοιαύτῃ καταγραφῇ. Καύκασος. Γάγγης. ̓Ινδός. ̓Ερυθρά. Τοιούτου δὲ φασὶ σχήματος ην καὶ τὸ γέρρον, ἀσπὶς δηλονότι τετράγωνος, οὐκ ὀρθογώνιος. Καὶ ξύλινον δὲ ζωγρεῖον ορνιθος, ηγουν κλωβίον, παρασαλευθὲν τῆς κατὰ φύσιν παραλλήλου θέσεως τῶν πλευρῶν, ῥόμβου σχῆμα ἀποτελεῖ. Καὶ τοιοῦτος μὲν ὁ ῥόμβος τὸ σχῆμα. Ευρηται δὲ καὶ ἰχθὺς λεγόμενος ῥόμβος, ὡς καὶ ̓Αθήναιος ἱστορεῖ, καὶ ἡ τῶν Θετταλῶν γλῶσσα παραλαλεῖ. Εστι δὲ ῥόμβος καί τις τροχὸς, ον στρέφοντες ἐν ἱμάντι καὶ τύπτοντες ἐκτύπουν, ῥόμβος κατὰ ὀνοματοποιΐαν καλούμενος. ̓Απολλώνιος ουν ἐν ̓Αργοναυτικοῖς λέγει ῥόμβῳ καὶ τυμπάνῳ ὑπὸ Φρυγῶν τὴν ̔Ρέαν ἱλάσκεσθαι. Εστι δὲ καὶ φαρμακίδων τροχὸς ὁ ῥόμβος παρὰ Θεοκρίτῳ, καταγοητευόμενος ἐν τῷ στρέφεσθαι. Τινὲς δὲ ῥύμβον γράφουσι διὰ τοῦ υ, ὡς Εὐριπίδης ἐν Πειρίθῳ αἰθέριον ῥύμβον φησίν, ο εστι τροχοειδῆ κίνησιν. ̓Απὸ τούτου δὲ καὶ τὰς κινήσεις ῥυμβόνας ὁ ̓Απολλώνιος λέγει·