ἐσχήκατε, ἀντὶ τουτωνὶ τῶν εὐαγγε λίων ταῖς ὑμετέραις χερσὶ σπαραχθήσομαι, ἆρ' οὐ βεβαιοῦτε τὴν τυραννίδα καὶ κατήγοροι ἑαυτῶν γίνεσθε; ἀλλὰ σὺ μὲν εἴρηκας ὡς ἐπισχήσων μου τὴν φωνὴν, ἢ καταναγκάσων μεταθεῖναι τὰς γνώμας, ἐγὼ δὲ οὐδὲν ἀλλοιότερον ἢ ἐνθυ μηθήσομαι ἢ φθέγξομαι.» 7.32 Ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ θρόνου ἐξαναστὰς καὶ πολλοῖς με τετιμηκὼς ἐγκωμίοις, διαλύει τὸν σύλλογον, καὶ τοῖς καταλόγοις ἐντειλάμενος προϊέναι, οὕτω δὴ μόνους παραλαβών· «Τί δὲ, ἔφη, ἀλλὰ ὑμεῖς οἴεσθε ὅτι δὴ μοὶ βουλομένῳ τοῦτο δὴ τὸ σχῆμα προστέθειται, ἢ ἀποδρᾶ ναι ἐξὸν, ἀνεβαλόμην ἂν τὴν φυγήν; ἀλλά με καὶ τὴν πρώτην πρὸς τοῦτο πεπείκασι, καὶ νῦν περικυκλώσαντες ἔχουσιν· εἰ δέ τινας ἀπορρήτους μοι γνώμας πρὸς τὸν βασιλέα διακο μίσαι διόμνυσθε, ἐξαγγελῶ ὑμῖν αὐτίκα τὰ τῆς ἐμῆς ψυχῆς κρύφια.» Ἡμῶν δὲ ἐπομοσάντων ἐν ἀπορρήτοις τὰς ἀπορ ρήτους γνώμας φυλάξαι, ἐπήνεγκεν· «Οὐ ζητῶ νῦν τὸ βασίλειον κράτος, ἀρκεῖ μοι τὸ σχῆμα τοῦ καίσαρος· δευ τέρας οὖν μοι ὁ βασιλεύων ἐπιστειλάτω ἐπιστολὰς, ὡς οὔτε ἑτέρῳ παραχωρήσει τοῦ κράτους ἐντεῦθεν ἀπιὼν, οὔτ' ἀφε λεῖταί τινα τῶν συστρατευσαμένων ἐμοὶ ὧν ἑκάστῳ πεφιλο τίμημαι· κοινωνήσει δέ μοι καί τινος ἐξουσίας βασιλικῆς, ἵν' ἔχω, ἂν βούλωμαι, <τοὺς μὲν> τοῖς ἐλάττοσι τῶν πολι τικῶν ἀξιωμάτων τιμᾶν, τοὺς δὲ καὶ εἰς ἀρχὰς ἀνάγειν στρατηγίας, ταῦτα δὲ οὐκ ἐμοῦ χάριν, ἀλλὰ τῶν πλειόνων αἰτῶ· ἢν δέ μοι ταῦτα κατεπαγγέλλεται, ἀφίξομαί τε αὐ τίκα καὶ τῷ βασιλεῖ καὶ πατρὶ τὴν εἰωθυῖαν ἀποδώσω τιμήν· ἀλλ' ἐπειδὴ τοῖς πλήθεσιν οὐ βουλομένοις ἐστὶ ταῦτα δὴ τὰ ὁμολογήματα, διττὰς ὑμῖν ἐπιδώσω ἐπιστολὰς, καὶ τὴν μὲν ἐκείνοις καταχαριοῦμαι καὶ δώσω ὑπαναγνῶναι, ἡ δὲ ἑτέρα ἀπόρρητος ἐγκατατεθήσεται ταῖς ὑμετέραις ψυχαῖς· δότε δὲ καὶ χάριν ἑτέραν τῷ πλήθει· μεταστήσατε τῶν διοική σεων τὸν βραχὺν ἐκεῖνον τὴν ἡλικίαν, πρότερόν τε γὰρ δυσμενέστατος ἡμῖν ὦπται καὶ νῦν ὑποπτεύεται· τήμερον οὖν ὁμέστιοι γεγονότες ἐμοὶ, τὴν αὔριον ἐντεῦθεν ἀπάραν τες τὰ ἐντεταλμένα μοι ἀπορρήτως διακομίσατε.» 7.33 Οὕτω τοιγαροῦν τῆς αὐτῆς τραπέζης αὐτῷ κοινωνήσαντες, καὶ ἀγάμενοι ἔτι τῶν κρατίστων ἠθῶν, ἤδη γὰρ καὶ ὁ ἀνὴρ τοῦ τυραννικοῦ καταβὰς συνηθέστερος ἡμῖν ἐγεγόνει, καὶ κατὰ τὸ περίορθρον αὐτῷ συνταξάμενοι, καὶ τὴν ἑτέραν ἐπιστολὴν εἰληφότες κρυφίως, ταῖς αὐταῖς αὖθις δορυφορούμενοι τάξεσιν ἐπὶ τὴν θάλασσαν ἀπενεύσα μεν, καὶ λειοκυμονοῦσαν αὐτὴν εὑρηκότες, λύσαντες τὰ ἀπογεία πρὸς τὸ Βυζάντιον κατεπλέομεν· καὶ παρανατει λάσης ἡμέρας ἐπὶ τοῦ τῶν ἀνακτόρων λιμένος γεγόναμεν, καὶ τῷ βασιλεῖ τήν τε σκηνὴν ξύμπασαν καὶ τὰς ἀπορρήτους γνώμας διηγησάμεθα, ἐπιδόντες αὐτῷ καὶ τὰς ἐπιστολὰς ἑκατέρας. Ὁ δὲ καὶ ταύτας πολλάκις ἐπαναγνοὺς καὶ ἡμῖν παλιλλογῆσαι τὰ ἐντεταλμένα προτρέψας· «Ἀλλὰ ποιητέον, φησὶ, ξύμπαντα, καὶ μηδενὸς ἐκεῖνος ἀτυχησάτω ὧν βούλε ται, ἀλλὰ καὶ στεφανηφορείτω λαμπρότερον, στέμματι ἀλλ' οὐ στεφάνῃ τὴν κεφαλὴν ἀναδούμενος, εἰ καὶ μὴ τοιοῦ τον τὸ σχῆμα τοῦ καίσαρος· παραδυναστευέτω τῷ κράτει καὶ παραδιοικείτω τὰς ἀρχαιρεσίας, ἰδία τε αὐτῷ ἀποτετάχθω σκηνὴ βασίλειος, καὶ δορυφορία παρακεχωρήσθω λαμπρά· τῶν τε συνδιηγωνισμένων ἐκείνῳ τὴν τυραννίδα ἕκαστος ὡς ἐκ βασιλέως εἰληφὼς ἅπερ παρ' ἐκείνου ἔχει λαβὼν ἀδεῶς τούτοις κεχρήσθω, εἴ τε χρήματα εἶεν, εἴ τε κτήματα, εἴ τ' ἀξιωμάτων λαμπρότητες· ἐπισφραγιοῦμαι δὲ τὰ ὑπεσχη μένα καὶ χειρὶ καὶ γλώττῃ καὶ πράγματι, τὰ μὲν ἐν γράμ μασι τιθεὶς, τὰ δὲ ταῦτα ἐπιβεβαιούμενος, τῇ δὲ γλώττῃ ἀρρήτους ὅρκους ὀμνὺς, ὡς οὐδὲν ἂν τούτων παραβαίην ποτέ. Ὥσπερ δὴ ἐκεῖνος πρός με ἀπορρήτους ὑμῖν λόγους ἐπίστευσεν, οὕτω δὴ κἀγὼ ἀπορρητότερα πρὸς ἐκεῖνον ὑμῖν ἀντιτίθεμαι· τοιγαροῦν διόμνυσθε πρὸς αὐτὸν, ὅτι οὐ