[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXV.
[225] ΕΛΛΕΒΙΧΩΙ
Οἷα ζημιούμεθα παρὰ τῆς ἀρρωστίας: προσδραμεῖν ἔδει καὶ περιπτύξασθαι καὶ τῆς παλαιᾶς ἀναμνῆσαι φιλίας καὶ συνηθείας. Ἔχει δὲ οὐχ οὕτως ἡμῖν τὰ τοῦ σώματος. Διὰ τοῦτό σοι πρόσιμεν διὰ τῶν γραμμάτων καὶ τῇ προσηγορίᾳ δεξιούμεθα. Ἐπεὶ δὲ καὶ δωροφορεῖν ἔδει τι, τοῦτο προσφέρομεν, Μάμαντα τὸν ἀναγνώστην, ὄντα μὲν ἀπὸ στρατιώτου πατρός, καθιερωθέντα δὲ τῷ Θεῷ διὰ τὸν τρόπον. Ἄφες τῷ Θεῷ καὶ ἡμῖν, ἀλλὰ μὴ συναριθμήσῃς τοῖς πλάνησι, καὶ δὸς ἔγγραφον τὴν ἐλευθερίαν ἵνα μηδὲ ὑπ' ἄλλων ἐπηρεάζηται. Δώσεις γὰρ σεαυτῷ δεξιὰς τὰς τοῦ πολέμου καὶ τῆς στρατηγίας ἐλπίδας. Ναί, παρακαλῶ, τούτου φρόντισον. Οἷς γὰρ τὰ μέγιστα ἐν χερσὶ καὶ ἐν οἷς τὸ πᾶν ταλαντεύεται, τούτοις μάλιστα φροντιστέον Θεοῦ καὶ τῆς ἐκεῖθεν ἐπικουρίας.