[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXVIII.
[228] ΠΑΝΣΟΦΙΩΙ
Τίς οὐκ ἐπαινεῖ φυτὸν ἄρτι βρύον τοῖς ἄνθεσι; Τίνα οὐκ εὐφραίνει λήϊον ἄρτι δεσμούμενον καὶ στάχυν ὥριμον ὑπισχνούμενον; Τίνα δὲ οὐ νεοτελὴς ψυχή, ἄρτι Θεῷ κοσμουμένη καὶ τὰς χοϊκὰς ἀποσείεσθαι πέδας ἀρχομένη, ἵνα μετὰ Θεοῦ γένηται καὶ ἴδῃ τὴν ἀλήθειαν ὧν νῦν τὰς σκιὰς ὁρῶμεν; Χαίρω μὲν οὖν διὰ ταῦτα διαφερόντως τῷ ἀγαπητῷ ἀδελφῷ καὶ συνδιακόνῳ ἡμῶν Εὐαγρίῳ, οὐκ ἀγεννῶς αὐτὸν ὁρῶν φιλοσοφίᾳ προσβαίνοντα: ἐπειδὴ φιλοσοφία καὶ τὸ σοφίας ἐρᾶν. Χαίρω δὲ ὅτι μοι καὶ τὴν σὴν προξενεῖ φιλίαν, καὶ ἔτι χαρήσομαι ἐὰν ἐπιστέλλῃς πλείονα καὶ πλείοσιν ἡμᾶς ἀμείβοιο τοῖς τῆς φιλίας γνωρίσμασιν.