ὀλολύξαντές τε ἐπὶ μέγα, τῷ μὲν βασι λεῖ ἐπηράσαντο καὶ πᾶσαν δύσφημον ἐπ' ἐκεῖνον ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξότατον. Τοῦτο γοῦν καὶ μόνον ἔφησεν εἰδέναι ὁ νῦν αὐτῷ ἀφιγμένος, εἴ τι δὲ πλέον ἐγεγόνει αὐτίκα δὴ μαθη σόμεθα. 7.37 Ἔδοξε γοῦν ἡμῖν ἐπὶ τούτοις τῇ σκηνῇ προσιέναι τοῦ καίσαρος ἵνα τι καινότερον ἐκεῖθεν διδαχθείη μεν· κοινῇ οὖν ἐκείνῳ συμπαραγενόμενοι, ὑπαγορεύοντα τὴν πρὸς βασιλέα ἐπιστολὴν κατελάβομεν· ἐχρῆτο δὲ καὶ πρὸς ἡμᾶς τοῖς ὁμοίοις λόγοις οἷς δὴ καὶ πρότερον· μετήνεγκε γὰρ αὐτὸν τῶν λεγομένων οὐδέν. Ὡς δὲ ὑπαίθριος σὺν ἡμῖν ἐγεγόνει, οὔπω δύντος ἡλίου, ἧκέ τις πνευστιῶν πόρρωθεν, καὶ ἐπειδὴ ἄγχιστα ἡμῖν ἐγεγόνει, ἐξεπίτηδες, οἶμαι, κατα πεσὼν τὴν φωνὴν ἐξεκόπη, εἶτα δὴ τὸ φρονοῦν συλλέγειν ὑποκρινάμενος, τόν τε μετασχηματισμὸν τοῦ κρατοῦντος ἀπήγγειλε, καὶ τὴν ἑτοιμασίαν τῆς Πόλεως, καὶ ὡς ἤδη καὶ βασίλειος ὁλκὰς αὐτῷ παρεσκευάσται, καὶ οἱ δᾳδουχήσοντες ἕτοιμοι· ἑωρακέναι γοῦν ἔφησε τὰ ἐπηγγελμένα, καὶ αὐτὸν ἰδεῖν τὸν ἕωθεν βασιλεύοντα μετ' ὀλίγον ἰδιωτεύοντα, τρι βώνιόν τε ἀμφιασάμενον καὶ μετακεκοσμημένον τῷ λοιπῷ σχήματι. Οὔπω τοῦ λέγειν ἐκεῖνος ἐπέπαυτο, καὶ αὖθις ἄλλος ἀφίκετο, καὶ ἐπὶ τούτῳ ἕτερος, τὰς αὐτὰς πάντες ἀφιέντες φωνάς· εἶτά τις τῶν συνετωτέρων καὶ λογιωτέ ρων παραγενόμενος πᾶσαν ἡμῖν ἐκτραγῳδεῖ τὴν σκηνήν· τούτῳ γοῦν καὶ μόνῳ πιστεύσας ὁ αὐτοκράτωρ, ἡμῖν μὲν ἐπὶ τῶν σκηνῶν ἡσυχάζειν παρακελεύεται, αὐτὸς δὲ τῆς βασι λείας ἀπάρχεται. 7.38 Ὅπως μὲν οὖν οἱ συμπρέσβεις ἐκείνην δὴ τὴν νύκτα διεληλύθεισαν οὐκ ἔχω λέγειν, ἐμοὶ δὲ ἀπειρητέον ἡ ζωὴ ἔδοξεν, καὶ αὐτίκα ᾤμην ὥσπερ ἱερεῖον τυθήσεσθαι· ᾔδειν γὰρ ὅτι μοι πάντες ἐπιμεμήνασι, καὶ οὐκ ἂν φθάνοιμι πάσαις σφαγαῖς καὶ τομαῖς διολλύμενος· ἐδεδίειν δὲ μάλιστα καὶ αὐτὸν δὴ τὸν κρατοῦντα, μή πως τῶν παρ' ἐμοῦ πρὸς αὐτὸν λόγων ἐπιμνησθεὶς, καὶ ὡς ἐπεπείκειν τοῦτον ἰδιωτεῦσαι μικροῦ δεῖν, πᾶσάν μοι ἐπενέγκοι τιμωρίαν καὶ βάσανον· πάντων τοιγαροῦν ἀφυπνωσάντων, μόνος ἐγὼ τοὺς σφαγέας ἀνέμενον, καὶ εἴ πού τινος αἰσθοίμην φωνῆς ἢ ψόφου περὶ τὴν σκηνὴν πέριξ, αὖος εὐθὺς καθειστήκειν, τοῦτον αὐτίκα τὸν ἐμὸν σφαγέα οἰόμενος. Ὡς δ' οὕτω με λαθὸν τὸ πολὺ τῆς νυκτὸς παρελήλυθεν, καὶ βαθὺς ἐγεγόνει ὄρθρος, ἀνέπνευσά τι βραχὺ, τὸ ἐν ἡμέρᾳ διολεῖσθαι ἔλαττόν τι κακὸν ἡγούμενος· βραχὺ δὲ τῆς σκηνῆς προκύψας ἀνα καιόμενά τε πυρὰ ἑώρων καὶ περὶ τὴν βασίλειον αὐλὴν λαμπάδας ἡμμένας, καὶ πάντα θορύβου μεστά· ἐνετέταλτο γὰρ πᾶσι παρασκευάσασθαί τε καὶ πρὸς τὴν Πόλιν μετα σκευάζεσθαι· οὔπω δὲ τοῦ φωστῆρος ἐπανατείλαντος, ὁ βασιλεὺς ἀθρόον ἱππασάμενος ἔξεισι· καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς, κατόπιν δὲ τούτου προῄειμεν. 7.39 Ἐγὼ μὲν οὖν ἐδόκουν, ἐπειδὰν ἀρκοῦν προΐῃ διάστημα, μετακληθῆναί τε αὐτῷ καὶ λόγους δοῦναι τῆς τῶν λόγων πειθοῦς· ὁ δέ με μετὰ πάσας μετακαλεσάμενος προσ δοκίας, οὐδενὸς τῶν πάντων ἐπιμνησθεὶς, οὐ προτάσεων, οὐκ ἀντιθέσεων, οὐ λύσεων, οὐ τεχνικῶν ἐφόδων τε καὶ μεθόδων, οὐ πειθοῦς, οὐκ ἀπάτης, ἀπορρήτων τέ μοι λόγων ἀπάρχεται καὶ κοινωνὸν τῶν βασιλείων φροντίδων ποιεῖται, καὶ πυνθάνεταί μου πῶς ἂν ἄριστα βασιλεύσειε, καὶ τί ποιῶν τοῖς μεγίστοις αὐτοκράτορσι διερίσειεν· ἐγὼ δ' ἐπὶ τούτοις θαρρήσας, ἔμπνους τε γίνομαι τὴν ψυχὴν καὶ λόγους αὐτῷ διεξιὼν ἐπὶ τούτῳ μακροὺς λαμπρῶς εὐδοκί μησα· ἠγάσθη γάρ με ἐπὶ πᾶσιν ὁ βασιλεὺς, ὅθεν πολλάκις ἐπυνθάνετό μου καὶ τὰς ἀποκρίσεις ἐπανεκύκλει, οὐκ ἀφ ιστάμενος ἕως ἂν σαφῶς αὐτῷ τὸ ἐζητημένον ἐπαγγελθείη. Εἶτα δὴ καὶ τοὺς συμπρέσβεις περὶ αὑτὸν συλλαβὼν, ὥσπερ τισὶ κοινωνοῖς τῶν γε πρώτων αὐτοῦ βουλευμάτων ἐχρῆτο δὴ καὶ