[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXIX.
[229] ΤΩΙ ΑΥΤΩΙ
Ὅσον Ἰβήρων καὶ ἡμῶν τὸ μέσον, ἡμερῶν οὐκ ὀλίγων ὁδός: ἀλλ' ἡ φιλία καὶ τὰ διεστῶτα ποιεῖ πλησίον. Τὰ δὲ σύμβολα τῆς ἑορτῆς, ὡς ἡδέα: τὸ δὲ τῆς κλήσεως, ὅσον, καὶ τὸ ποθεῖν τὴν συντυχίαν τὴν ἡμετέραν. Τί οὖν ἀντὶ τούτων ἐπεύξομαί σοι τοσοῦτον ἀγαθόν; Εἴης τοιοῦτος: εἰ δὲ δεῖ τι καὶ μεῖζον εἰπεῖν, σαυτὸν ὑπερβάλλοις.