συλλήπτορσιν. Οὕτω δὲ πρὸς ἀλλήλους ἔχουσιν, ἐπάνεισιν ὁ φωστὴρ, καὶ εὐθὺς πάντα ἐν φανερῷ καθει στήκει. 7.40 Ἐκκέχυται γοῦν αὐτῷ ὁ τῆς Πόλεως δῆμος ξύμ πας, οἱ μὲν λαμπάδας ἡμμένας προσάγοντες ὡς Θεῷ, οἱ δὲ ἀρώμασι κατευωδιάζοντες, καὶ ἄλλος ἄλλο τι ποιῶν κεχα ρισμένον ἐκείνῳ, ξύμπαντες δὲ συμπανηγυρίζοντες καὶ πέριξ ἐπισκιρτῶντες, καὶ ὥσπερ τινὰ Κρείττονος ἐπιφά νειαν τὴν ἐκείνου πρὸς τὴν βασιλίδα ἡγούμενοι εἴσοδον. Ἀλλὰ πῶς ἂν ὑμῖν ἐν βραχεῖ τὸ πολὺ διηγησαίμην τοῦ θαύ ματος; Ἔγωγ' οὖν καὶ βασιλείοις πομπαῖς πολλαῖς ἐντετυ χηκὼς, καὶ πανηγύρεσι θειοτέραις παραγενόμενος, οὔπω τοιαύτην ἐθεασάμην λαμπρότητα· οὐ γὰρ δὴ τὸ δημοτικὸν τοῦτο πλῆθος, οὐδέ γε ἡ συγκλητικὴ τάξις, οὐδ' ὅσον ἐν γεωργίαις καὶ ἐμπορείαις τὴν τελετὴν ἐκείνην ἐπλήρουν, ἀλλὰ καὶ οἱ τὴν κρείττω μετιόντες φιλοσοφίαν καὶ ὅσοι τὰ μετέωρα τῶν ὀρῶν κατειλήφεσαν, ἢ γλύμματα πετρῶν ὑπο δύντες, τὰς κοινὰς ἀφῆκαν διατριβὰς, ἢ ὅσοις ἐν αἰθέρι μέσον ἐγεγόνει ὁ βίος, ξύμπαντες, οἱ μὲν τῶν πετρῶν ὑπεκδύντες, οἱ δὲ τῆς αἰθερίου καταβιβασθέντες διαγωγῆς, οἱ δὲ τῶν μετεώρων τὰ ἱππηλάσια ἀλλαξάμενοι, θαύματος ἐπλήρουν τὴν βασίλειον εἴσοδον. 7.41 Ἐκεῖνος δὲ, καὶ γὰρ ἦν ἀγχίνους εἰ καί τις ἄλλος καὶ μὴ τοῖς κενοῖς τούτοις κλεπτόμενος ἢ ἐπαιρόμενος, ὑπώπτευσέ τε αὐτίκα τὴν τῆς τύχης ἀκρότητα, καὶ μήπω τοὺς λογισμοὺς καταστὰς ἀθρόον πρός με ἐπιστραφείς· «∆οκεῖ μοι, φησὶ, ὦ φιλόσοφε, σφαλερὸν εἶναι τοῦτο δὴ τὸ ἄκρον εὐτύχημα, καί μοι οὐκ οἶδα εἰ τὸ πέρας ἀπαντήσεται δεξιόν. -Φιλόσοφον, ἔφησα, τὸ ἐνθύμημα, ἀλλ' οὔτε ἐς ἀεὶ ἐπαρίστερα τὰ τέλη ταῖς δεξιαῖς ἀπαντῶσιν ἀρχαῖς, οὔτε, εἰ οὕτω καθείμαρται, οὐκ ἀναλυτέος ὁ ὅρος· καὶ γὰρ, ὡς ἐγὼ σοφωτέροις βιβλίοις ὡμίλησα καὶ ἱλαστηρίοις εὐχαῖς, εἴ τις τὴν χείρω μεταβάλλει ζωὴν, αὐτίκα δὴ ἀναλύει τὸ εἱμαρτόν· λέγω δὲ ταῦτα ἑλληνικοῖς δόγμασιν ἀποχρώμενος· ἐπεὶ τό γε καθ' ἡμᾶς οὐδέν τι ἡμῖν εἵμαρται, οὐδὲ κατηνάγ κασται, ἀλλὰ τὰ τέλη ταῖς προλαβούσαις πράξεσιν ἀνάλογα· εἰ μὲν οὖν τὴν φιλόσοφον γνώμην μεταβαλεῖς, τούτοις δὴ τοῖς λαμπροῖς τὴν σὴν ψυχὴν ἐπαρθεὶς, αὐτίκα σοι ἡ δίκη ἰταμώτερον ἀντιβήσεται· εἰ δ' οὖν, ἀλλ' ἔχε θυμὸν ἀγαθὸν, ὡς οὐ βασκαίνει τὸ θεῖον ἐν οἷς δίδωσιν, ἀλλὰ πολλοῖς καὶ πολλάκις κατ' εὐθεῖαν ἤνεγκε τὴν γραμμὴν τῆς λαμπρότη τος· πρῶτον γοῦν ἀπ' ἐμοῦ τῆς ἀρετῆς ἄρξαι, καί μοι μὴ μνησικακήσῃς ὧν πρεσβεύων ἰταμώτερον εἰρήκειν πρὸς σὲ, βασιλέως γὰρ ὑπηρετήκειν βουλήματι, καὶ τὴν εἰς αὐτὸν οὐ προδέδωκα πίστιν· οὐ τοίνυν σοὶ βασκαίνων, ἀλλ' ἐκείνῳ προσκείμενος ἐποιούμην τοὺς λόγους.» 7.42 Ἐπὶ τούτοις ἐκεῖνος δακρύων πλήσας τοὺς ὀφθαλμούς· «Ἀλλὰ μᾶλλον, ἔφη, ἐφίλουν τότε τὴν σὴν γλῶτταν ὑβρίζουσαν, ἢ νῦν εὐφημοῦσάν τε καὶ θωπεύου σαν· ἄρξομαι δὲ, ὡς εἴρηκας, ἀπὸ σοῦ· τὰ πρῶτα γάρ σε τῶν φίλων ποιοῦμαι, καὶ πρόεδρον ἤδη τιμῶ τε καὶ κατ ονομάζω τῆς συγκλήτου βουλῆς.» Οὕτω δὲ ταῦτα λέγουσιν, ὁ μὲν ἥλιος ἐπὶ μεσημβρίαν εἱστήκει, ὁ δὲ ὑποδεξόμενος ἡμᾶς κόλπος ἐδείκνυτο· ὡς δὲ καὶ ἡ βασίλειος ὁλκὰς κατ εφαίνετο, αὐτίκα γοῦν ἄνθεσί τε καταπαττόμενος καὶ φωναῖς εὐφήμοις κατακροτούμενος, ἐμβὰς διαπόντιος ἀπὸ τῆς Προποντίδος εἰς τὰ βασίλεια πεποίητο θρίαμβον, ἐπ' αὐτῆς δὴ τῆς ἑτοιμασίας παρακαθίσας ἡμῖν· καὶ οὕτω δὴ καθαρῶς τοῦ κράτους ἐπείληπτο. 7.43 Βασιλεὺς μὲν οὖν Μιχαὴλ ὁ πρεσβύτης ἐνιαύ σιον κύκλον ἐν τῇ βασιλείᾳ πεποιηκὼς, ἐκεῖθέν τε καταβε βήκει, καί τινα βραχὺν ἐπιβιώσας ἐν ἰδιώτου σχήματι χρόνον μετήλλαξε τὴν ζωήν. 7.44τ Περὶ τῆς αὐτοκρατορίας τοῦ Κομνηνοῦ. Παραλαβὼν δὲ τὴν βασιλείαν ὁ