[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXI.
[231] ΕΥΣΕΒΙΩΙ
Εὐώπιον ἡ φιλτάτη, καὶ γάμου καιρός, καὶ βίου κρηπίς, καὶ πατέρων εὐχαὶ πληρούμεναι. Ἡμεῖς δὲ ἄπεσμεν, οὓς μάλιστα παρεῖναι καὶ συνεύχεσθαι δίκαιον ἦν. Καίτοι καὶ ὑπεσχόμην, τὸ γὰρ ἐλπίζειν ὑπῆν τῷ ποθεῖν: ἱκανὸν δὲ εἰς ἀπάτην τὸ βούλεσθαι. Καὶ πολλάκις μὲν ὁρμήσας, πολλάκις δὲ κατοκνήσας, τέλος ἡττήθην τῆς ἀρρωστίας. Ἄλλοι μὲν οὖν καλείτωσαν ἔρωτας, _ἐπειδὴ γαμικὸν καὶ τὸ παίζειν, _καὶ παρθένου κάλλος γραφέτωσαν καὶ νυμφίου χάριν ἀντεγειρέτωσαν καὶ βαλλέτωσαν λόγοις μετὰ τῶν ἀνθέων τὰς παστάδας. Ἐγὼ δὲ ὑμῖν προσᾴσω τὸν ἐμὸν ἐπιθαλάμιον: « Εὐλογήσαι Κύριος ὑμᾶς ἐκ Σιών », καὶ αὐτὸς ἁρμόσαι τὴν συζυγίαν, καὶ « ἴδοις υἱοὺς τῶν υἱέων », οὐ πολὺ δ' εἰπεῖν ὅτι καὶ κρείσσονας. Τοῦτο καὶ παρὼν ἐπηυξάμην ἂν ὑμῖν καὶ νῦν ἐπεύχομαι. Τἄλλα δὲ ὑμῖν μελέτω καὶ στεφανούτω πατήρ, ὡς εὔξατο. Τοῦτο γὰρ καὶ εἴ που γάμοις παραγεγόναμεν, ἐτυπώσαμεν: ἐκείνων μὲν εἶναι τοὺς στεφάνους, ἡμῶν δὲ τὰς εὐχάς, ἃς οἶδα μὴ τόποις ὁριζομένας.