[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXII.
[232] ΔΙΟΚΛΕΙ
Οὔτε κεκλήμεθα πρὸς τοὺς γάμους τῆς θυγατρὸς ἡμῶν, καὶ πάρεσμεν καὶ συνεορτάζοντες καὶ συμπροθυμούμενοι καὶ ἐπευχόμενοι πᾶν ὑμῖν ὃ κάλλιστον. Ἓν δὲ τῶν καλῶν, παρεῖναι Χριστὸν τοῖς γάμοις (οὗ δὲ Χριστός, εὐκοσμία), καὶ τὸ γενέσθαι οἶνον τὸ ὕδωρ (τὸ δέ ἐστι πάντα μεταποιεῖσθαι πρὸς τὸ βέλτιον), οὕτως, ὡς μὴ τὰ ἄμικτα μίγνυσθαι, μηδὲ εἰς ταὐτὸν ἄγειν ἐπισκόπους καὶ γελωτοποιούς, εὐχὰς καὶ κρότους, ψαλμῳδίας καὶ συναυλίας. Δεῖ γάρ, ὥσπερ τἄλλα πάντα, οὕτω καὶ τοὺς γάμους Χριστιανῶν ἔχειν τὸ εὔκοσμον: κόσμος δέ, ἡ σεμνότης. Ταῦτα δωροφοροῦμεν τῷ γάμῳ: σὺ δ' ἡμῖν ἀντιδοίης τὴν εὐπείθειαν. Τὸν δὲ γαμβρόν, εἰ μὲν ἕπεται τούτοις, ἔχεις υἱόν: εἰ δὲ μή, στρατιώτην.