[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXXXIII.
[233] ΑΒΛΑΒΙΩΙ
Πυνθάνομαί σε σοφιστικῆς ἐρᾶν, καὶ τὸ σχῆμα εἶναι θαυμάσιον, οἷον σοβαρὸν φθέγγεσθαι, μέγα βλέπειν, βαδίζειν ὑψηλὸν καὶ μετέωρον, τὸ λῆμά σοι φέρειν ἐκεῖσε εἰς Μαραθῶνα καὶ Σαλαμῖνα, ταῦτα δὴ τὰ ὑμέτερα καλλωπίσματα, καὶ μηδὲν ἐννοεῖν ὅτι μὴ Μιλτιάδας καὶ Κυναιγείρους, Καλλιμάχους τε καὶ Λαμάχους, καὶ πάντα ἐσκευάσθαι σοφιστικῶς καὶ ὅτι ἐγγύτατα τῆς ἐγχειρήσεως.
Εἰ μὲν οὖν μετὰ τούτου καὶ ἀρετῆς ποιῇ τινα λόγον, ἡμέτερος εἶ καὶ καθ' ὁδόν σοι προΐοι τὰ τῆς εὐδοκιμήσεως: εἰ δὲ τὸ ὅλον εἶ σοφιστὴς καὶ τῆς ἡμετέρας ἐπιλανθάνῃ φιλίας, ὧν τε πρὸς ἀλλήλους πολλάκις περὶ τοῦ καλοῦ διελέχθημεν, ἄλλο μὲν οὐδὲν ἐρῶ δυσχερές, ἐκεῖνο δὲ εἰπεῖν ἴσως μέτριον: ἴσθι βραχέα μὲν παίζων ἐν τοῖς μειρακίοις, πλεῖστα ὑπὸ σεαυτοῦ παισθησόμενος, ἡνίκα ἂν ἔλθῃ σοι τὸ φρονεῖν, _ἀλλ' εἰς ὕστερον.